previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 348]
ἦμος δ᾽ ἠελίοιο φάος περικίδνατο γαῖαν
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
θωρήσσονθ᾽ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν:
5καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
τοὺς δ᾽ ἄρα Τηλεφίδαο μέγα σθένος: γὰρ ἐώλπει
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τ᾽ ἀμαθῦναι
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ᾽ ὑπὸ χερσὶ δαΐξαι.
10ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
μαψιδίῃ: κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι.


καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι:
15κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν
θέντες, ἵν᾽ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
δυσμενέεσσι δὲ πῆμα γενώμεθα: μηδέ τις ἡμέων
ταρβείτω: κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
γίνεται ἀνθρώποισι: δέος δὲ βίην ἀμαθύνει
20καὶ νόον: ἀλλ᾽ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ᾽ Ἀχιλῆα
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.’


ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
πάντοθε μαρμαίροντα: Θέτις δ᾽ ἠγάλλετο θυμῷ
25ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο. [p. 350]
καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν:
οἷος δ᾽ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
30πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετ᾽ ἀστὴρ
Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον:
τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
υἱὸς Ἀχιλλῆος: φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
35ὤπασεν Αὐτομέδων: ὃς γάρ σφεας ἡνιόχευεν:
ἵπποι δ᾽ αὖτ᾽ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
εἴκελον Αἰακίδῃ: τῶν δ᾽ ἄφθιτον ἦτορ ἐώλπει
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
40ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
45ὣς οἵ γ᾽ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
μαιμώωντες Ἄρηι: πολὺς δ᾽ ἐστείνετο χῶρος.
πᾶν πεδίον δ᾽ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος:
οἷον δὲ νέφος εἶσι δι᾽ ἠέρος ἀπλήτοιο
50πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη:
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε: κόνις δ᾽ εἰς οὐρανὸν εὐρὺν
55πέπτατ᾽ ἀειρομένη: κανάχιζε δὲ τεύχεα φωτῶν,
σὺν δὲ καὶ ἅρματα πολλά: διεσσύμενοι δ᾽ ἐπὶ μῶλον [p. 352]
ἵπποι ἐπεχρεμέτιζον: ἐὴ δ᾽ ἐκέλευεν ἔκαοτον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.


ὡς δ᾽ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται
60σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμ᾽ ἀλεγεινὸν ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου
μαίνετ᾽, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δ᾽ ἄλλοθεν ἄλλα φέρονται
65οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ᾽ ἀλεγεινὴ
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή:
ὣς οἳ γ᾽ ἀμφοτέρωθεν ἐπ᾽ Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες: ἔρις δ᾽ ὀρόθυνε καὶ ἀλκὴ.
σὺν δ᾽ ἔβαλον βροντῇσιν ἐοικότες στεροπῇσιν,
70αἵ τε μέτα κτυπέουσι δι᾽ ἠέρος, ὁππότ᾽ ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν, οἵ τ᾽ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται:
ὣς οἵ γ᾽ ἀλλήλοισιν ἐπέχραον: ἔγχεϊ δ᾽ ἔγχος
75συμφέρετ᾽, ἀσπίδι δ᾽ ἀσπίς, ἐπ᾽ ἀνέρα δ᾽ ἤιεν ἀνὴρ.


πρῶτος δ᾽ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
δάμνατ᾽ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τ᾽ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης
80Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
85εἷλε δ᾽ ἄρ᾽ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα:
τῷ δ᾽ ἄρ᾽ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα, [p. 354]
τὸν μὲν ὑπὸ κραδίην, τὸν δ᾽ ἐς κληῖδα τυχήσας:
δάμνατο δ᾽ ἄλλοθεν ἄλλον: ἐπέστενε δ᾽ αἶα νέκυσσι
Τρώων: οἱ δ᾽ ὑπόεικον ἐοικότες αὐαλέοισι
90θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατ᾽ ἀϋτμὴ
ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο:
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.


Αἰνείας δ᾽ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κράατος: ἐν δ᾽ ἄρ᾽ ἔθλασσεν
95ὀστέα σὺν πήληκι: λίπεν δ᾽ ἄφαρ ὀστέα θυμός.
Τυδείδης δ᾽ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τ᾽ ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵν᾽ Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθ᾽ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον: οὐδ᾽ γε Θρῄκην
100ἵκετ᾽ ἀπὸ πτολέμοιο, φίλης δ᾽ ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δ᾽ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
105Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.


ἄλλος δ᾽ ἄλλον ἔπεφνε κατὰ μόθον: ἐν δ᾽ ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
110δυσμενέσιν: πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος: ἀμφὶ δ᾽ ἄρα σφὶν
Ἅρπαλον, ὅς ῥ᾽ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος:
ἀλλ᾽ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδ᾽ ἐπαμύνειν
115ἔσθενεν θεράποντι δεδουπότι: τοῦ δ᾽ ἄρ᾽ ἐταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
καὶ βάλεν Εὐρυπύλοιο καταντίον: ἀλλά μιν οὔτι
οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν [p. 356]
ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ
120γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσ᾽ Ἐρυλάῳ.
Εὐρύπυλος δ᾽ ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἷψ᾽ ἐπόρουσεν: δ᾽ ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων: κρατερὸν δέ μιν οὔτι δάμασσεν
125ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ᾽ ἔμελλεν
ἀργαλέως ὀλέεσθαι ὑπ᾽ ἀνδροφόνοιο Κύκλωπος
ὕστερον: ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δ᾽ ἑτέρωθεν ἐπῴχετο: τοῦ δ᾽ ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος:
130ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
κεκλιμέν᾽ ἄλλοθεν ἄλλα κατὰ χθονός: ὣς ἄρ᾽ Ἀχαιοὶ
δάμναντ᾽ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφ᾽ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
135υἱὸς Ἀχιλλῆος. τώ δ᾽ ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες:
Εὐρύπυλος δέ πρῶτος ἀνειρόμενος προσέειπε:
τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν:
140οὐ γάρ τίς μ᾽ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ:
ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φάνον στονόεντ᾽ ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντ᾽ ἐδάσαντο.
145ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ᾽ ἐπαγάλλεαι ἵπποις;’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός:
τίπτε μ᾽ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
150υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα [p. 358]
σεῖο πάροιθ᾽ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί:
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατ᾽ ὄλεθρον.
ἵπποι δ᾽ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
155οὓς τέκεθ᾽ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονυχὶ ψαύοντες, ἴσον δ᾽ ἀνέμοισι φέρονται.
νῦν δ᾽ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
160γνώμεναι ἄντα βίην: γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.’


ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
πάλλων ἐγχείην περιμήκετον: ὃς δ᾽ ἑτέρωθεν
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
165καί ῥα Νεοπτολέμοιο κατ᾽ ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης. τὸν δ᾽ οὔτι προσεσσυμένη στυφέλιξεν,
ἀλλ᾽ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδ᾽ ἅμα πάντων
ἄψ ὦσαι δύναται, γὰρ ἔμπεδον ἐρρίζωται:
170ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
ἀλλ᾽ οὐδ᾽ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἰ̔̂ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἐὸν καὶ κῆρες: ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι: περὶ σφίσι δ᾽ αἰόλα τεύχη
175ἔβραχεν: οἱ δ᾽ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατ᾽ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
βοὸς ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
180μαρναμένων: ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
ἐς μόθον: ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
οἱ δ᾽ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι [p. 360]
185σύν ῥ᾽ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
ἀλλήλων: τοὺς δ᾽ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη: τοὶ δ᾽ οὐκ ἀπέληγον ὀμοκλῆς,
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δ᾽ αὖτε
οὔταζον κνημῖδας ἰδ᾽ ὑψιλόφους τρυφαλείας:
190καί τις καὶ χροὸς ἥψατ᾽ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
θαρσαλέους ἥρωας: ἔρις δ᾽ ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα: πολὺς δ᾽ ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων: οἱ δ᾽ αἰὲν ἐκαρτύνοντο μένοντες:
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος: οἱ δ᾽ ἀπ᾽ Ὀλύμπου
195οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἱ δ᾽ αὖτ᾽ Εὐρύπυλον θεοειδέα: τοὶ δ᾽ ἑκάτερθεν
μάρναντ᾽ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ἀρέων: μέγα δ᾽ ἔβραχον ἀμφοτέρωθεν
θεινόμεναι μελίῃσι θάμ᾽ ἀσπίδες: ὀψὲ δὲ μακρὴ
200Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
πολλὰ πονησαμένη: τοῦ δ᾽ ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως: ψυχὴ δὲ δι᾽ ἕλκεος ἐξεποτήθη
ἐκ μελέων ὀλοὴ δὲ κατ᾽ ὀφθαλμῶν πέσεν ὄρφνη.
ἤριπε δ᾽ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
205 πίτυς ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
ἐκ ῥιζέων ἐριποῦσα: τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας: μέγα δ᾽ ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
210τῷ δ᾽ ἐπικαγχαλόων μεγάλ᾽ εὔχετο καρτερός ἥρως:
Εὐρύπυλ᾽, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
ἡμέας: ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλ᾽ ὑπ᾽ ἐμοί δ᾽ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα [p. 362]
215πατρὸς ἐμοῖο μέγ᾽ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
ἡμῖν ἄντα μολὼν οὐδ᾽ εἰ παγχάλκεος ἦεν.’


ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως: Τρῶες δὲ μέγ᾽ ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον: δ᾽ αὐτίκα τεύχἐ ἀπούρας
220δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν:
αὐτὸς δ᾽ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τ᾽ εἶσι δι᾽ αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
225νόσφι Διὸς μεγάλοιο, δ᾽ ἐσσύμενος ποτὶ γαῖαν
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα:
ὣς θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων:
δάμνατο δ᾽ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι:
πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ᾽ ἐρυθαίνετο λύθρῳ.
230ὡς δ᾽ ὅτε μυρία φύλλα κατ᾽ οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ:
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
235ἀνδρῶν ἠδ᾽ ἵππων: μάλα δ᾽ ἄντυγες ἀμφ᾽ ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.


καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
240Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδ᾽ ἄλλων μακάρων: φόρεον δέ μιν ἐς μόθον ἵπποι
αἴθων καὶ Φλόγιος, Κόναβος δ᾽ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς [p. 364]
πῦρ ὀλοὸν πνείοντας: ὑπέστενε δ᾽ αἰόλος αἰθὴρ
245ἐσσυμένων ποτὶ δῆριν. δ᾽ ὀτραλέως ἀφίκανεν
ἐς Τροίην: ὑπὸ δ᾽ αἶα μέγ᾽ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι: μολὼν δ᾽ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν: μέγα δ᾽ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον: οἱ δ᾽ ἀΐοντες
250θεσπεσίην ὄπα πάντες ἐθάμβεον: οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους:
ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος: ἐν δ᾽ ἄρα θυμῷ
255γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγ᾽ ἀΰτει:
δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγ᾽ ἀρήγει
ἧμιν ἐελδομένοισι: βοᾷ δ᾽ γε μακρὰ κελεύων
260μάρνασθ᾽ Ἀργείοισι κατὰ κλόνον: ἀλλ᾽ ἄγε θυμῷ
τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε:
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο: τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
265ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος: ἀλλὰ καὶ αὐτοὶ
μνήσασθε πτολέμοιο, δέος δ᾽ ἀπὸ νόσφι βάλεσθε.’


ὣς φάτο: τοὶ δ᾽ ἵσταντο καταντίον Ἀργείοισιν:
ἠΰτ᾽ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
270ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν:
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν: κατὰ δ᾽ ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως: περὶ δ᾽ ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν:
275αἰχμαὶ δ᾽ ἐς χρόα δῦνον: ἐδεύετο δ᾽ αἵματι πολλῷ
δεινὸς Ἄρης: ὀλέκοντο δ᾽ ἀνὰ μόθον ἄλλος ἐπ᾽ ἄλλῳ
μαρναμένων ἑκάτερθε: μάχη δ᾽ ἔχεν ἶσα τάλαντα. [p. 366]
ὡς δ᾽ ὁπότ᾽ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
280σπερχόμενοι, τῶν δ᾽ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
οὕνεκ᾽ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε:
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
ἶσα πέλεν: Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
285Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
κτεῖνον δ᾽ ἀλλήλους: ὀλοὴ δ᾽ ἀνὰ μέσσον Ἐνυὼ
στρωφᾶτ᾽ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
καὶ χέρας: ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς:
οὐδ᾽ ἑτέροισιν ἄμυνεν, ἴσῃ δ᾽ ἐπετέρπετο χάρμῃ
290ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.


ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
δάμναθ᾽, ὃς οἰκί᾽ ἔναιε παρὰ Σμινθήιον ἄλσος:
τῷ δ᾽ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
295ὃν τέκετ᾽ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων:
ἀλλ᾽ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ:
παιδὸς δ᾽ οὐκ ἀπόνητο: δόμον δέ οἱ ἔργα τε πάντα
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο
300Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε
τυτθὸν ὑπὲρ βουβῶνα τυχών: περὶ δ᾽ ἔγχεϊ μακρῷ
ἔγκατα πάντ᾽ ἐχύθησαν: ὅλη δ᾽ ἐξέσσυτο νηδύς.
Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
Αὐλίδα ναιετάασκε, συνέσπετο δ᾽ Ἀρκεσιλάῳ
305ἐς Τροίην: ἀλλ᾽ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
Εὐρύαλος δ᾽ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
Ἀστραῖον: τοῦ δ᾽ αἶψα διὰ στέρνοιο ποτήθη
αἰχμὴ ἀνιηρή, στομάχου δ᾽ ἀπέκερσε κελεύθους
ἀνέρι κῆρα φέρουσα: μίγη δέ οἱ εἴδατα λύθρῳ.
310τοῦ δ᾽ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ [p. 368]
Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
τύψας ἐς κληῖδα θοῶς: σὺν δ᾽ αἵματι θυμὸς
ἔκθορεν ἐκ μελέων: ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
Τεύκρῳ δ᾽ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
315καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας:
ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν:
ἔμπεσε δ᾽ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
λαιὸν ἐς ὀφθαλμόν, διὰ δ᾽ οὔατος ἐξεπέρησε
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
320ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον: ὃς δ᾽ ἔτι ποσσὶν
ὀρθὸς ἀνασκαίρεσκε: βαλὼν δ᾽ γε δεύτερον ἰὸν
λαιμῷ ἐπερροίζησε: διέθρισε δ᾽ αὐχένος ἶνας
ἄντικρυς ἀΐξας: τὸν δ᾽ ἀργαλέη κίχε Μοῖρα.


ἄλλος δ᾽ ἄλλῳ τεῦχε φόνον: κεχάροντο δὲ Κῆρες
325καὶ Μόρος, ἀλγινόεσσα δ᾽ Ἔρις μέγα μαιμώωσα
ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
σμερδαλέον, Τρώεσσι δ᾽ ἐνέπνευσεν μέγα θάρσος,
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ᾽ ἐλέλιξε φάλαγγας.
ἀλλ᾽ οὐχ υἷα φόβησεν Ἀχιλλέος: ἀλλ᾽ γε μίμνων
330μάρνατο θαρσαλέως, ἐπὶ δ᾽ ἔκτανεν ἄλλον ἐπ᾽ ἄλλῳ:
ὡς δ᾽ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δ᾽ ὑπὸ πληγῇ
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος 1 ἄλλοθεν ἄλλαι
θυμὸν ἀποπνείουσι, πάϊς δ᾽ ἐπιτέρπεται ἔργῳ:
335ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
Τρωσὶν ἐποτρύνοντος: ἐτίνυτο δ᾽ ἄλλοθεν ἄλλον
λαοῦ ἐπαΐσσοντος: ὅπως δ᾽ ἀνέμοιο θυέλλας
μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
340ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι [p. 370]
χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην:
ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
345Ξάνθου: τόσσον ἔσεισε: δέος δ᾽ ἀμφέκλασε θυμὸν
νυμφάων, φοβέοντο δ᾽ ὑπὲρ Πριάμοιο πόληος:
τεύχεσι δ᾽ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο:
σμερδαλέοι δὲ δράκοντες ἀπ᾽ ἀσπίδος ἀκαμάτοιο
πῦρ ἄμοτον πνείεσκον: ἄνω δ᾽ ἔψαυε νέφεσσι
350θεσπεσίη τρυφάλεια. θοῷ δ᾽ ἤμελλεν Ἄρηι
μάρνασθ᾽ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
ἀμφοτέρους ἐφόβησεν ἀπ᾽ αἰθέρος αἰπεινεῖο
βροντήσας ἀλεγεινόν. Ἄρης δ᾽ ἀπεχάζετο χάρμης:
δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός:
355ἵκετο δ᾽ ἐς Θρῄκην δυσχείμερον, οὐδ᾽ ἔτι Τρώων
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον: οὐδὲ μὲν ἐσθλὴ
Παλλὰς ἔτ᾽ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δ᾽ ἔτι χάρμης
μνώοντ᾽ οὐλομένης: δεύοντο δὲ Τρώιοι υἷες
360ἀλκῆς: Ἀργεῖοι δὲ μέγ᾽ ἱέμενοι πολέμοιο
χαζομένοισιν ἕποντο κατ᾽ ἴχνιον, ἠΰτ᾽ ἀῆται
νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα
ὄβριμον, θάμνοισι πυρὸς μένος, κεμάδεσσιν
ὀτρηροὶ κατ᾽ ὄρεσφι κύνες λελιημένοι ἄγρης:
365ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον: οἱ δ᾽ ἐπὶ φύζαν
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.


Ἀργεῖοι δ᾽ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
370ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
ἄρνας ὅπως σταθμοῖσιν ἐπ᾽ οἰοπόλοισι νομῆες:
ὡς δ᾽ ὁπότ᾽ ἀμπνείωσι βόες μέγα κεκμηῶτες [p. 372]
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν: ὥς ἄρ᾽ Ἀχαιοὶ
375ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα:
οἱ δ᾽ ἄρ᾽ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.
ὡς δ᾽ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
380λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
ταρφέσιν, οἱ δὲ μάλ᾽ οὔτι λιλαιόμενοί περ ἱκέσθαι
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες:
385ὣς οἵ γ᾽ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
δυσμενέων: λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
ὡς δ᾽ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
βρώμης ἱέμενοι θυμηδέος, οὐδ᾽ ἄρα τούς γε
390αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει:
ὣς Δαναοὶ Πριάμοιο τότ᾽ ἀμφεχέοντο πόληι
ὄβριμοι: ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.


395Τρῶες δ᾽ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
νωλεμές: ἰοὶ δ᾽ αἰὲν ἐϋδμήτων 2 ἀπὸ τειχέων
θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
400ἧκε βίην: ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.


Ἔνθ᾽ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω [p. 374]
τυτθὸν ὑπὸ γναθμοῖο: πάγη δ᾽ ὑπὸ λαιμὸν ὀϊστός.
405κάππεσε δ᾽ αἰγυπιῷ ἐναλίγκιος, ὅν τ᾽ ἀπὸ πέτρης
ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ:
ὣς θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο:
γυῖα δέ οἱ λίπε θυμός: ἐπέβραχε δ᾽ ἔντεα νεκρῷ.
τῷ δ᾽ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
410ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην:
ἀλλ᾽ μὲν αἶψ᾽ ἀλέεινε παρακλίνας ἑτέρωσε
ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν̣̣̔̓
ὡς δ᾽ ὅθ᾽ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
415ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
χειρὶ παρακλίνας οἰήιον, ᾗχί θυμὸς
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ᾽ ἀπερύκει:
ὣς ἄρ᾽ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.


420οἱ δ᾽ αἰεὶ μάρναντο: λύθρῳ δ᾽ ἐρυθαίνετο τείχη
πύργοι θ᾽ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ᾽ Ἀχαιῶν:
οὐδὲ μὲν οἵ γ᾽ ἀπάνευθε πόνων ἔσαν, ἀλλ᾽ ἄρα καὶ τῶν
πολλοὶ γαῖαν ἔρευθον: ὀρώρει δ᾽ αἰπὺς ὄλεθρος
425βαλλομένων ἑκάτερθε: λυγρὴ δ᾽ ἐπετέρπετ᾽ Ἐνυὼ
δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.


καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
εἰ μὴ ἄρ᾽ αἶψ᾽ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
430οὐρανοῦ ἐκκατιδών: μάλα γὰρ περιδείδιε πάτρης:
Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
σῇσι δ᾽ ὑπ᾽ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην 3
εἰμὶ μετ᾽ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ:
435οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι [p. 376]
οὐδ᾽ ἄρ᾽ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος:
σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
ἔρξον ἐμεῦ ἄπο νόσφιν: ἐλαφρότερον δέ μοι ἄλγος
440ἔσσεται, ἢν μὴ ἔγωγε μετ᾽ ὄμμασιν οἷσιν ἴδωμαι:
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.’


ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
καὶ τότ᾽ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
445νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα:
ἠχλύνθη δὲ μάχη φθισίμβροτος: οὐδέ τις ἀνδρῶν
ἐξιδέειν ἐπὶ τεῖχος ἔτ᾽ ἔσθενεν, ᾗχι τέτυκτο:
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο:
ἀμφὶ δ᾽ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
450οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον: ἐν δ᾽ ἄρα τοῖσι μέγ᾽ ἴαχε Νηλέος υἱός:
κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
Τρωσὶν ἀμύνοντος: μάλα γὰρ μέγα πῆμα κυλίνδει
455ἡμῖν: ἀλλ᾽ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα: τῷ γὰρ ἔοικε
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
460ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τ᾽ ἀνθρώπων:
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος: δ᾽ ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ᾽ ἄχρις ἱκέσθαι:
465καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων:
δάμνατο δ᾽ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδ᾽ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ᾽ ὁπόσ᾽ ὕδωρ
ἀενάων ποταμῶν: ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ: τείρετο δὲ χθών: [p. 378]
470τοὔνεκ᾽ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
ἀλλ᾽ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον: αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει:
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δ᾽ ἐχθρή:
καὶ δ᾽ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
475εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.’


ὣς φάτο: τοὶ δ᾽ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντ᾽ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν:
480ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
ἀλλ᾽ οὐδ᾽ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ:
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες:
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, πέρι πολλοὶ
485Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
ἐλθόντες δ᾽ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τ᾽ ἀποφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.


Ἡέλιος δ᾽ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους:
490νὺξ δ᾽ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ᾽ ἀνέρας ἔργων:
Ἀργεῖοι δ᾽ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον: δ̓ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων: κάματος δέ μιν οὔτι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
495ἐξέλετ᾽, ἀκμήτῳ δ᾽ ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν: δ᾽ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος [p. 380]
ἀμφεχύθη: Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς: φοβέοντο γὰρ αἰνῶς,
500Τρώων μή ποτε λαὸς ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δ᾽ ἀπὸ πάντας ἀμέρσῃ.
ὣς δ᾽ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.

1 Zimmermann, ex. P.

2 Zimmermann, for qeodmh/twn.

3 Zimmermann, ex *w. P.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: