leonidas
Δίνδυμα καὶ Φρυγίης πυρικαέος ἀμφιπολεῦσα
πρῶνας, τὴν μικρήν, Μῆτερ, Ἀριστοδίκην,
κούρην Σειλήνης, παμπότνια, κεἰς ὑμέναιον
κεἰς γάμον ἁδρύναις, πείρατα κουροσύνας:
ἀνθ᾽ ὧν σοι κατὰ πολλὰ προνήια καὶ παρὰ βωμῷ
παρθενικὴν ἐτίναξ᾽ ἔνθα καὶ ἔνθα κόμην. [p. 450]