diotimus
νυμφίον Εὐαγόρην ποτὶ πενθερὸν ἡ Πολυαίνου
Σκυλλὶς ἀν᾽ εὐρείας ἦλθε βοῶσα πύλας,
παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον οὐδ᾽ ἄρ᾽ ἐκείνη
χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,
δαιμονίη: τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων
οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.
τοῦτο δ᾽ ἐπ᾽ ἀμφοτέροισι πολύκλαυτον φιλότητος
ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.