anonymi epigrammatici
ᾌδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην,
κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος.
οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο,
μητρὸς δ᾽ ἐξ Ἀγάθης: ἀλλὰ μάτην γενόμην.
ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας,
φεῦ, σοφὸς εἰς ἀίδην, καὶ νέος εἰς ἔρεβος.
κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα:
δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.