antipater
τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψ
λάινον Ἀσσυρίης χῶμα Σεμιράμιος,
ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντες
κείμενον ἑπταπόρων ἀγχόθι Πληιάδων
ἀκλινές, ἀστυφέλικτον, Ἀθωέος ἶσον ἐρίπνᾳ
φυρηθὲν γαίης εὐρυπέδοιο βάρος;
δᾶμος ἀεὶ μακαριστός, ὃς ἄστεσιν Ἡρακλείης
οὐρανίων [νεφέων τεῦξεν ἐπ᾽] εὐρυάλων.