previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


anonymi epigrammatici
εἰς τὸν οἶκον τὸν ἐπιλεγόμενον Χαλκῆν ἐν τῷ Παλατίῳ, ἔκτισε Ἀναστάσιος βασιλεύς
οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆος
μοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης,
θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργων
ὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες,
ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι:
ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήϊα τέχνης [p. 364]
αἰθέριος πολύϊδρις ἐμὴν τεχνήσατο μορφήν,
ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων.
ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων,
Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης.
εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς,
εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις:
κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς,
Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος:
μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροις
Ἀδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις.
οὔ μοι Πυραμίδων ἰκέλη κρίσις, οὐδὲ Κολοσσοῦ,
οὐδὲ Φάρου: μεγάλην μοῦνος δ᾽ ὑπερέδραμον ἴλην.
αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκην
χρυσοφαές μ᾽ ἐτέλεσσεν ἐδέθλιον Ἠριγενείης,
πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: