antipater
δένδρεον ἱερόν εἰμι: παρερχόμενός με φυλάσσευ
πημαίνειν: ἀλγῶ, ξεῖνε, κολουομένη. [p. 390]
μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖς
ἀχράσιν: αἰγείρων τίς γένος οὐκ ἐδάη;
εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν,
δακρύσεις: μέλομαι καὶ ξύλον Ἠελίῳ.