<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="12" type="Book" org="uniform" sample="complete"><p><milestone unit="section" n="1070a" /><milestone ed="Bekker" unit="line" n="1" />ὑφ᾽ οὗ μέν, τοῦ πρώτου κινοῦντος: ὃ δέ, ἡ ὕλη: εἰς ὃ δέ, τὸ εἶδος. εἰς ἄπειρον οὖν εἶσιν, εἰ μὴ μόνον ὁ χαλκὸς γίγνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἢ ὁ χαλκός: ἀνάγκη δὴ στῆναι.<milestone ed="P" unit="para" />μετὰ ταῦτα ὅτι ἑκάστη<milestone ed="Bekker" unit="line" n="5" />ἐκ συνωνύμου γίγνεται οὐσία （τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα）. ἢ γὰρ τέχνῃ ἢ φύσει γίγνεται ἢ τύχῃ ἢ τῷ αὐτομάτῳ. ἡ μὲν οὖν τέχνη ἀρχὴ ἐν ἄλλῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὐτῷ （ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ）, αἱ δὲ λοιπαὶ αἰτίαι στερήσεις τούτων. οὐσίαι δὲ τρεῖς, ἡ μὲν ὕλη<milestone ed="Bekker" unit="line" n="10" />τόδε τι οὖσα τῷ φαίνεσθαι （ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον）, ἡ δὲ φύσις τόδε τι καὶ ἕξις τις εἰς ἥν: ἔτι τρίτη ἡ ἐκ τούτων ἡ καθ᾽ ἕκαστα, οἷον Σωκράτης ἢ Καλλίας. ἐπὶ μὲν οὖν τινῶν τὸ τόδε τι οὐκ ἔστι παρὰ τὴν συνθετὴν οὐσίαν, οἷον οἰκίας τὸ εἶδος, εἰ<milestone ed="Bekker" unit="line" n="15" />μὴ ἡ τέχνη （οὐδ᾽ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλ᾽ ἄλλον τρόπον εἰσὶ καὶ οὐκ εἰσὶν οἰκία τε ἡ ἄνευ ὕλης καὶ ὑγίεια καὶ πᾶν τὸ κατὰ τέχνην）, ἀλλ᾽ εἴπερ, ἐπὶ τῶν φύσει: διὸ δὴ οὐ κακῶς Πλάτων ἔφη ὅτι εἴδη ἔστιν ὁπόσα φύσει, εἴπερ ἔστιν εἴδη ἄλλα τούτων <add>οἷον πῦρ σὰρξ κεφαλή:<milestone ed="Bekker" unit="line" n="20" />ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστ᾽ οὐσίας ἡ τελευταία</add>. τὰ μὲν οὖν κινοῦντα αἴτια ὡς προγεγενημένα ὄντα, τὰ δ᾽ ὡς ὁ λόγος ἅμα. ὅτε γὰρ ὑγιαίνει ὁ ἄνθρωπος, τότε καὶ ἡ ὑγίεια ἔστιν, καὶ τὸ σχῆμα τῆς χαλκῆς σφαίρας ἅμα καὶ ἡ χαλκῆ σφαῖρα （εἰ δὲ καὶ ὕστερόν τι ὑπομένει, σκεπτέον:<milestone ed="Bekker" unit="line" n="25" />ἐπ᾽ ἐνίων γὰρ οὐδὲν κωλύει, οἷον εἰ ἡ ψυχὴ τοιοῦτον, μὴ πᾶσα ἀλλ᾽ ὁ νοῦς: πᾶσαν γὰρ ἀδύνατον ἴσως）. φανερὸν δὴ ὅτι οὐδὲν δεῖ διά γε ταῦτ᾽ εἶναι τὰς ἰδέας: ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὁ καθ᾽ ἕκαστον τὸν τινά: ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν: ἡ γὰρ ἰατρικὴ τέχνη ὁ λόγος τῆς ὑγιείας<milestone ed="Bekker" unit="line" n="30" />ἐστίν.<milestone ed="P" unit="para" />τὰ δ᾽ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλα ἄλλων ἔστιν ὥς, ἔστι δ᾽ ὡς, ἂν καθόλου λέγῃ τις καὶ κατ᾽ ἀναλογίαν, ταὐτὰ πάντων. ἀπορήσειε γὰρ ἄν τις πότερον ἕτεραι ἢ αἱ αὐταὶ ἀρχαὶ καὶ στοιχεῖα τῶν οὐσιῶν καὶ τῶν πρός τι, καὶ καθ᾽<milestone ed="Bekker" unit="line" n="35" />ἑκάστην δὴ τῶν κατηγοριῶν ὁμοίως. ἀλλ᾽ ἄτοπον εἰ ταὐτὰ πάντων: ἐκ τῶν αὐτῶν γὰρ ἔσται τὰ πρός τι καὶ αἱ οὐσίαι.
				</p></div1></body></text></TEI.2>