<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="3" type="Book" org="uniform" sample="complete"><p><milestone n="1275a" unit="section" /><milestone n="1" ed="Bekker" unit="Line" />ὥστε τίνα χρὴ καλεῖν πολίτην καὶ τίς ὁ πολίτης ἐστὶ σκεπτέον. καὶ γὰρ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις: οὐ γὰρ τὸν αὐτὸν ὁμολογοῦσι πάντες εἶναι πολίτην: ἔστι γάρ ὅστις ἐν δημοκρατίᾳ πολίτης ὢν ἐν ὀλιγαρχίᾳ πολλάκις <milestone n="5" ed="Bekker" unit="line" />οὐκ ἔστι πολίτης. τοὺς μὲν οὖν ἄλλως πως τυγχάνοντας ταύτης τῆς προσηγορίας, οἷον τοὺς ποιητοὺς πολίτας, ἀφετέον: ὁ δὲ πολίτης οὐ τῷ οἰκεῖν που πολίτης ἐστίν （καὶ γὰρ μέτοικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως）, οὐδ᾽ οἱ τῶν δικαίων μετέχοντες οὕτως ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι <milestone n="10" ed="Bekker" unit="line" />（τοῦτο γὰρ ὑπάρχει καὶ τοῖς ἀπὸ συμβόλων κοινωνοῦσιν <del status="unremarkable">καὶ γὰρ ταῦτα τούτοις ὑπάρχει</del>: πολλαχοῦ μὲν οὖν οὐδὲ τούτων τελέως οἱ μέτοικοι μετέχουσιν, ἀλλὰ νέμειν ἀνάγκη προστάτην, ὥστε ἀτελῶς πως μετέχουσι τῆς τοιαύτης κοινωνίας）, ἀλλὰ καθάπερ καὶ παῖδας τοὺς μήπω δι᾽ ἡλικίαν <milestone n="15" ed="Bekker" unit="line" />ἐγγεγραμμένους καὶ τοὺς γέροντας τοὺς ἀφειμένους φατέον εἶναι μέν πως πολίτας, οὐχ ἁπλῶς δὲ λίαν ἀλλὰ προστιθέντας τοὺς μὲν ἀτελεῖς τοὺς δὲ παρηκμακότας ἤ τι τοιοῦτον ἕτερον （οὐδὲν γὰρ διαφέρει: δῆλον γὰρ τὸ λεγόμενον）. ζητοῦμεν γὰρ τὸν ἁπλῶς πολίτην καὶ μηδὲν ἔχοντα <milestone n="20" ed="Bekker" unit="line" />τοιοῦτον ἔγκλημα διορθώσεως δεόμενον, ἐπεὶ καὶ περὶ τῶν ἀτίμων καὶ φυγάδων ἔστι τὰ τοιαῦτα καὶ διαπορεῖν καὶ λύειν. πολίτης δ᾽ ἁπλῶς οὐδενὶ τῶν ἄλλων ὁρίζεται μᾶλλον ἢ τῷ μετέχειν κρίσεως καὶ ἀρχῆς. τῶν δ᾽ ἀρχῶν αἱ μέν εἰσι διῃρημέναι κατὰ χρόνον, ὥστ᾽ ἐνίας μὲν ὅλως δὶς <milestone n="25" ed="Bekker" unit="line" />τὸν αὐτὸν οὐκ ἔξεστιν ἄρχειν, ἢ διὰ τινῶν ὡρισμένων χρόνων: ὁ δ᾽ ἀόριστος, οἷον ὁ δικαστὴς καὶ <add>ὁ</add> ἐκκλησιαστής. τάχα μὲν οὖν ἂν φαίη τις οὐδ᾽ ἄρχοντας εἶναι τοὺς τοιούτους, οὐδὲ μετέχειν διὰ ταῦτ᾽ ἀρχῆς: καίτοι γελοῖον τοὺς κυριωτάτους ἀποστερεῖν ἀρχῆς. ἀλλὰ διαφερέτω μηδέν: περὶ ὀνόματος <milestone n="30" ed="Bekker" unit="line" />γὰρ ὁ λόγος: ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ δικαστοῦ καὶ ἐκκλησιαστοῦ, τί δεῖ ταῦτ᾽ ἄμφω καλεῖν. ἔστω δὴ διορισμοῦ χάριν ἀόριστος ἀρχή. τίθεμεν δὴ πολίτας τοὺς οὕτω μετέχοντας. <milestone ed="P" unit="para" />ὁ μὲν οὖν μάλιστ᾽ ἂν ἐφαρμόσας πολίτης ἐπὶ πάντας τοὺς λεγομένους πολίτας σχεδὸν τοιοῦτός ἐστιν: δεῖ δὲ <milestone n="35" ed="Bekker" unit="line" />μὴ λανθάνειν ὅτι τῶν πραγμάτων ἐν οἷς τὰ ὑποκείμενα διαφέρει τῷ εἴδει, καὶ τὸ μὲν αὐτῶν ἐστι πρῶτον τὸ δὲ δεύτερον τὸ δ᾽ ἐχόμενον, ἢ τὸ παράπαν οὐδὲν ἔνεστιν, ᾗ τοιαῦτα, τὸ κοινόν, ἢ γλίσχρως. τὰς δὲ πολιτείας ὁρῶμεν εἴδει διαφερούσας ἀλλήλων, καὶ τὰς μὲν ὑστέρας τὰς δὲ προτέρας οὔσας:
			</p></div1></body></text></TEI.2>