<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="54" type="speech" org="uniform" sample="complete"><p><milestone n="13" unit="section" /><milestone ed="P" unit="para" />ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, ἀλλ᾽ εἰς πᾶν ἐλθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολὺ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. οἴομαι δ᾽ ὑμῶν ἐνίους θαυμάζειν, τί ποτ᾽ ἐστὶν ἃ πρὸς ταῦτα τολμήσει Κόνων λέγειν. βούλομαι δὴ προειπεῖν ὑμῖν ἁγὼ πέπυσμαι λέγειν αὐτὸν παρεσκευάσθαι, ἀπὸ τῆς ὕβρεως καὶ τῶν πεπραγμένων τὸ πρᾶγμ᾽ ἄγοντ᾽ εἰς γέλωτα καὶ σκώμματ᾽ ἐμβαλεῖν πειράσεσθαι,
</p></div1></body></text></TEI.2>