<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="11" org="uniform" sample="complete"><q direct="unspecified"><milestone ed="p" n="368" unit="card" />
<l><milestone ed="P" unit="para" />ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.</l>
<l>αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l>
<l n="370">Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,</l>
<l>στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l>
<l>Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l>
<l>ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l>
<l>αἴνυτ᾽ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ᾽ ὤμων</l>
<l n="375">καὶ κόρυθα βριαρήν: ὃ δὲ τόξου πῆχυν ἄνελκε</l>
<l>καὶ βάλεν, οὐδ᾽ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l>
<l>ταρσὸν δεξιτεροῖο ποδός: διὰ δ᾽ ἀμπερὲς ἰὸς</l>
<l>ἐν γαίῃ κατέπηκτο: ὃ δὲ μάλα ἡδὺ γελάσσας</l>
<l>ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα:</l>
<q direct="unspecified"><l n="380">βέβληαι οὐδ᾽ ἅλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι</l>
<l>νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l>
<l>οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l>
<l>οἵ τέ σε πεφρίκασι λέονθ᾽ ὡς μηκάδες αἶγες.</l>
<l><milestone ed="P" unit="para" />τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης:</l>
<q direct="unspecified"><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l>
<l>εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l>
<l>οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί:</l>
<l>νῦν δέ μ᾽ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.</l>
<l>οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων:</l>
<l n="390">κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.</l>
<l>ἦ τ᾽ ἄλλως ὑπ᾽ ἐμεῖο, καὶ εἴ κ᾽ ὀλίγον περ ἐπαύρῃ,</l>
<l>ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.</l>
<l>τοῦ δὲ γυναικὸς μέν τ᾽ ἀμφίδρυφοί εἰσι παρειαί,</l>
<l>παῖδες δ᾽ ὀρφανικοί: ὃ δέ θ᾽ αἵματι γαῖαν ἐρεύθων</l>
<l n="395">πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.</l></q>
<l><milestone ed="P" unit="para" />ὣς φάτο, τοῦ δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν</l>
<l>ἔστη πρόσθ᾽: ὃ δ᾽ ὄπισθε καθεζόμενος βέλος ὠκὺ</l>
<l>ἐκ ποδὸς ἕλκ᾽, ὀδύνη δὲ διὰ χροὸς ἦλθ᾽ ἀλεγεινή.</l>
<l>ἐς δίφρον δ᾽ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l>
<l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: ἤχθετο γὰρ κῆρ.</l>
<l><milestone ed="P" unit="para" />οἰώθη δ᾽ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ</l>
<l>Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας:</l>
<l>ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:</l>
<l>ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι</l>
<l n="405">πληθὺν ταρβήσας: τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω</l>
<l>μοῦνος: τοὺς δ᾽ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.</l>
<l>ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l>
<l>οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,</l>
<l>ὃς δέ κ᾽ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ</l>
<l n="410">ἑστάμεναι κρατερῶς, ἤ τ᾽ ἔβλητ᾽ ἤ τ᾽ ἔβαλ᾽ ἄλλον.</l>
</q></q></div1></body></text></TEI.2>