<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="16" org="uniform" sample="complete"><q direct="unspecified"><q direct="unspecified"><milestone ed="p" n="249" unit="card" /></q>
<l><milestone ed="P" unit="para" />ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς.</l>
<l n="250">τῷ δ᾽ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ᾽ ἀνένευσε:</l>
<l>νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε</l>
<l>δῶκε, σόον δ᾽ ἀνένευσε μάχης ἐξαπονέεσθαι.</l>
<l>ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ</l>
<l>ἂψ κλισίην εἰσῆλθε, δέπας δ᾽ ἀπέθηκ᾽ ἐνὶ χηλῷ,</l>
<l n="255">στῆ δὲ πάροιθ᾽ ἐλθὼν κλισίης, ἔτι δ᾽ ἤθελε θυμῷ</l>
<l>εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.</l>
<l><milestone ed="P" unit="para" />οἳ δ᾽ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες</l>
<l>ἔστιχον, ὄφρ᾽ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.</l>
<l>αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο</l>
<l n="260">εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες</l>
<l>αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί᾽ ἔχοντας</l>
<l>νηπίαχοι: ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.</l>
<l>τοὺς δ᾽ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης</l>
<l>κινήσῃ ἀέκων, οἳ δ᾽ ἄλκιμον ἦτορ ἔχοντες</l>
<l n="265">πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.</l>
<l>τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες</l>
<l>ἐκ νηῶν ἐχέοντο: βοὴ δ᾽ ἄσβεστος ὀρώρει.</l>
<l>Πάτροκλος δ᾽ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας:</l>
<q direct="unspecified"><l>Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος</l>
<l n="270">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l>
<l>ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ᾽ ἄριστος</l>
<l>Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,</l>
<l>γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l>
<l>ἣν ἄτην, ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q>
<l n="275"><milestone ed="P" unit="para" />ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,</l>
<l>ἐν δ᾽ ἔπεσον Τρώεσσιν ἀολλέες: ἀμφὶ δὲ νῆες</l>
<l>σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν.</l></q>
<l><milestone ed="P" unit="para" />Τρῶες δ᾽ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν</l>
<l>αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,</l>
<l n="280">πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες</l>
<l>ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα</l>
<l>μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ᾽ ἑλέσθαι:</l>
<l>πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l>
</div1></body></text></TEI.2>