<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="16" org="uniform" sample="complete"><milestone ed="p" n="818" unit="card" />
<l><milestone ed="P" unit="para" />Ἕκτωρ δ᾽ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον</l>
<l>ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,</l>
<l n="820">ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ</l>
<l>νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:</l>
<l>δούπησεν δὲ πεσών, μέγα δ᾽ ἤκαχε λαὸν Ἀχαιῶν:</l>
<l>ὡς δ᾽ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,</l>
<l>ὥ τ᾽ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον</l>
<l n="825">πίδακος ἀμφ᾽ ὀλίγης: ἐθέλουσι δὲ πιέμεν ἄμφω:</l>
<l>πολλὰ δέ τ᾽ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν:</l>
<l>ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν</l>
<l>Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,</l>
<l>καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα:</l>
<q direct="unspecified"><l n="830">Πάτροκλ᾽ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,</l>
<l>Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l>
<l>ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν</l>
<l>νήπιε: τάων δὲ πρόσθ᾽ Ἕκτορος ὠκέες ἵπποι</l>
<l>ποσσὶν ὀρωρέχαται πολεμίζειν: ἔγχεϊ δ᾽ αὐτὸς</l>
<l n="835">Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω</l>
<l>ἦμαρ ἀναγκαῖον: σὲ δέ τ᾽ ἐνθάδε γῦπες ἔδονται.</l>
<l>ἆ δείλ᾽, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,</l>
<l>ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ᾽ ἰόντι:</l>
<l>μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε</l>
<l n="840">νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο</l>
<l>αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.</l>
<l>ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.</l></q>
<l><milestone ed="P" unit="para" />τὸν δ᾽ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ:</l>
<q direct="unspecified"><l>ἤδη νῦν Ἕκτορ μεγάλ᾽ εὔχεο: σοὶ γὰρ ἔδωκε</l>
<l n="845">νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν</l>
<l>ῥηιδίως: αὐτοὶ γὰρ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο.</l>
<l>τοιοῦτοι δ᾽ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,</l>
<l>πάντές κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l>
<l>ἀλλά με μοῖρ᾽ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,</l>
<l n="850">ἀνδρῶν δ᾽ Εὔφορβος: σὺ δέ με τρίτος ἐξεναρίζεις.</l>
<l>ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:</l>
<l>οὔ θην οὐδ᾽ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l>
<l>ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ</l>
<l>χερσὶ δαμέντ᾽ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.</l></q>
<l n="855"><milestone ed="P" unit="para" />ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε:</l>
<l>ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l>
<l>ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.</l>
<l>τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ:</l>
<q direct="unspecified"><l>Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;</l>
<l n="860">τίς δ᾽ οἶδ᾽ εἴ κ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l>
<l>φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;</l></q>
<l><milestone ed="P" unit="para" />ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς</l>
<l>εἴρυσε λὰξ προσβάς, τὸν δ᾽ ὕπτιον ὦσ᾽ ἀπὸ δουρός.</l>
<l>αὐτίκα δὲ ξὺν δουρὶ μετ᾽ Αὐτομέδοντα βεβήκει</l>
<l n="865">ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο:</l>
<l>ἵετο γὰρ βαλέειν: τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι</l>
<l>ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.</l>
</div1></body></text></TEI.2>