<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="17" org="uniform" sample="complete"><q direct="unspecified"><q direct="unspecified"><q direct="unspecified"><milestone ed="p" n="246" unit="card" /></q>
<l><milestone ed="P" unit="para" />ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l>
<l>ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:</l>
<q direct="unspecified"><l>ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l>
<l>οἵ τε παρ᾽ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l>
<l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l>
<l>λαοῖς: ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l>
<l>ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l>
<l>ἡγεμόνων: τόσση γὰρ ἔρις πολέμοιο δέδηεν:</l>
<l>ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ᾽ ἐνὶ θυμῷ</l>
<l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q>
<l><milestone ed="P" unit="para" />ὣς ἔφατ᾽, ὀξὺ δ᾽ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας:</l>
<l>πρῶτος δ᾽ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l>
<l>τὸν δὲ μετ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l>
<l>Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l>
<l n="260">τῶν δ᾽ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ᾽ εἴποι,</l>
<l>ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l>
<l><milestone ed="P" unit="para" />Τρῶες δὲ προὔτυψαν ἀολλέες: ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.</l>
<l>ὡς δ᾽ ὅτ᾽ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l>
<l>βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ᾽ ἄκραι</l>
<l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l>
<l>τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l>
<l>ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l>
<l>φραχθέντες σάκεσιν χαλκήρεσιν: ἀμφὶ δ᾽ ἄρά σφι</l>
<l>λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l>
<l n="270">χεῦ᾽, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l>
<l>ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο:</l>
<l>μίσησεν δ᾽ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι</l>
<l>Τρῳῇσιν: τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.</l>
</q></q></div1></body></text></TEI.2>