<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="18" org="uniform" sample="complete"><q direct="unspecified"><milestone ed="p" n="127" unit="card" /></q>
<l><milestone ed="P" unit="para" />τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:</l>
<q direct="unspecified"><l>ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l>
<l>τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l>
<l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l>
<l>χάλκεα μαρμαίροντα: τὰ μὲν κορυθαίολος Ἕκτωρ</l>
<l>αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται: οὐδέ ἕ φημι</l>
<l>δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l>
<l>ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l>
<l n="135">πρίν γ᾽ ἐμὲ δεῦρ᾽ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι:</l>
<l>ἠῶθεν γὰρ νεῦμαι ἅμ᾽ ἠελίῳ ἀνιόντι</l>
<l>τεύχεα καλὰ φέρουσα παρ᾽ Ἡφαίστοιο ἄνακτος.</l></q>
<l><milestone ed="P" unit="para" />ὣς ἄρα φωνήσασα πάλιν τράπεθ᾽ υἷος ἑοῖο,</l>
<l>καὶ στρεφθεῖσ᾽ ἁλίῃσι κασιγνήτῃσι μετηύδα:</l>
<q direct="unspecified"><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l>
<l>ὀψόμεναί τε γέρονθ᾽ ἅλιον καὶ δώματα πατρός,</l>
<l>καί οἱ πάντ᾽ ἀγορεύσατ᾽: ἐγὼ δ᾽ ἐς μακρὸν Ὄλυμπον</l>
<l>εἶμι παρ᾽ Ἥφαιστον κλυτοτέχνην, αἴ κ᾽ ἐθέλῃσιν</l>
<l>υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q>
<l n="145"><milestone ed="P" unit="para" />ὣς ἔφαθ᾽, αἳ δ᾽ ὑπὸ κῦμα θαλάσσης αὐτίκ᾽ ἔδυσαν:</l>
<l>ἣ δ᾽ αὖτ᾽ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l>
<l>ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε᾽ ἐνείκαι.</l>
</div1></body></text></TEI.2>