<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="23" org="uniform" sample="complete"><q direct="unspecified"><milestone ed="p" n="93" unit="card" />
<l><milestone ed="P" unit="para" />τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:</l>
<q direct="unspecified"><l>τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ᾽ εἰλήλουθας</l>
<l n="95">καί μοι ταῦτα ἕκαστ᾽ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι</l>
<l>πάντα μάλ᾽ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.</l>
<l>ἀλλά μοι ἆσσον στῆθι: μίνυνθά περ ἀμφιβαλόντε</l>
<l>ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.</l></q>
<l><milestone ed="P" unit="para" />ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν</l>
<l n="100">οὐδ᾽ ἔλαβε: ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς</l>
<l>ᾤχετο τετριγυῖα: ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεὺς</l>
<l>χερσί τε συμπλατάγησεν, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπεν:</l>
<q direct="unspecified"><l>ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι</l>
<l>ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν:</l>
<l n="105">παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο</l>
<l>ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,</l>
<l>καί μοι ἕκαστ᾽ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.</l></q>
<l><milestone ed="P" unit="para" />ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο:</l>
<l>μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς</l>
<l n="110">ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων</l>
<l>οὐρῆάς τ᾽ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην</l>
<l>πάντοθεν ἐκ κλισιῶν: ἐπὶ δ᾽ ἀνὴρ ἐσθλὸς ὀρώρει</l>
<l>Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l>
<l>οἳ δ᾽ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες</l>
<l n="115">σειράς τ᾽ εὐπλέκτους: πρὸ δ᾽ ἄρ᾽ οὐρῆες κίον αὐτῶν.</l>
<l>πολλὰ δ᾽ ἄναντα κάταντα πάραντά τε δόχμιά τ᾽ ἦλθον:</l>
<l>ἀλλ᾽ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,</l>
<l>αὐτίκ᾽ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ</l>
<l>τάμνον ἐπειγόμενοι: ταὶ δὲ μεγάλα κτυπέουσαι</l>
<l n="120">πῖπτον: τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ</l>
<l>ἔκδεον ἡμιόνων: ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο</l>
<l>ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.</l>
<l>πάντες δ᾽ ὑλοτόμοι φιτροὺς φέρον: ὡς γὰρ ἀνώγει</l>
<l>Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l>
<l n="125">κὰδ δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ᾽ ἄρ᾽ Ἀχιλλεὺς</l>
<l>φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.</l>
<l><milestone ed="P" unit="para" />αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην</l>
<l>ἥατ᾽ ἄρ᾽ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς</l>
<l>αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε</l>
<l n="130">χαλκὸν ζώννυσθαι, ζεῦξαι δ᾽ ὑπ᾽ ὄχεσφιν ἕκαστον</l>
<l>ἵππους: οἳ δ᾽ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,</l>
<l>ἂν δ᾽ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,</l>
<l>πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν</l>
<l>μυρίοι: ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.</l>
<l n="135">θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον</l>
<l>κειρόμενοι: ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς</l>
<l>ἀχνύμενος: ἕταρον γὰρ ἀμύμονα πέμπ᾽ Ἄϊδος δέ.</l>
</q></div1></body></text></TEI.2>