<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="23" org="uniform" sample="complete"><q direct="unspecified"><milestone ed="p" n="514" unit="card" />
<l><milestone ed="P" unit="para" />τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους</l>
<l n="515">κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον:</l>
<l>ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ᾽ ἐγγύθεν ὠκέας ἵππους.</l>
<l>ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα</l>
<l>ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι:</l>
<l>τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι</l>
<l n="520">οὐραῖαι: ὃ δέ τ᾽ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ</l>
<l>χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος:</l>
<l>τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο</l>
<l>λείπετ᾽: ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,</l>
<l>ἀλλά μιν αἶψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠῢ</l>
<l n="525">ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης:</l>
<l>εἰ δέ κ᾽ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,</l>
<l>τώ κέν μιν παρέλασσ᾽ οὐδ᾽ ἀμφήριστον ἔθηκεν.</l>
<l>αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος</l>
<l>λείπετ᾽ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν:</l>
<l n="530">βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,</l>
<l>ἤκιστος δ᾽ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ᾽ ἐν ἀγῶνι.</l>
<l>υἱὸς δ᾽ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων</l>
<l>ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.</l>
<l>τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,</l>
<l n="535">στὰς δ᾽ ἄρ᾽ ἐν Ἀργείοις ἔπεα πτερόεντ᾽ ἀγόρευε:</l>
<q direct="unspecified"><l>λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους:</l>
<l>ἀλλ᾽ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς</l>
<l>δεύτερ᾽: ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.</l></q></q>
<l><milestone ed="P" unit="para" />ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.</l>
<l n="540">καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,</l>
<l>εἰ μὴ ἄρ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l>
<l>Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ᾽ ἀναστάς:</l>
<q direct="unspecified"><l>ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς</l>
<l>τοῦτο ἔπος: μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον</l>
<l n="545">τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ᾽ ἵππω</l>
<l>αὐτός τ᾽ ἐσθλὸς ἐών: ἀλλ᾽ ὤφελεν ἀθανάτοισιν</l>
<l>εὔχεσθαι: τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.</l>
<l>εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ</l>
<l>ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς</l>
<l n="550">καὶ πρόβατ᾽, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι:</l>
<l>τῶν οἱ ἔπειτ᾽ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον</l>
<l>ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ᾽ αἰνήσωσιν Ἀχαιοί.</l>
<l>τὴν δ᾽ ἐγὼ οὐ δώσω: περὶ δ᾽ αὐτῆς πειρηθήτω</l>
<l>ἀνδρῶν ὅς κ᾽ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.</l>
</q></div1></body></text></TEI.2>