<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="1" type="Book" org="uniform" sample="complete"><milestone n="230" unit="card" ed="p" />
<l n="230"><milestone unit="para" ed="P" />τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:</l>
<q direct="unspecified"><l>ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l>
<l>μέλλεν μέν ποτε οἶκος ὅδ᾽ ἀφνειὸς καὶ ἀμύμων</l>
<l>ἔμμεναι, ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν:</l>
<l>νῦν δ᾽ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,</l>
<l n="235">οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων</l>
<l>ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,</l>
<l>εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,</l>
<l>ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l>
<l>τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l>
<l n="240">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.</l>
<l>νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο:</l>
<l>οἴχετ᾽ ἄιστος ἄπυστος, ἐμοὶ δ᾽ ὀδύνας τε γόους τε</l>
<l>κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω</l>
<l>οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.</l>
<l n="245">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l>
<l>Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l>
<l>ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l>
<l>τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l>
<l>ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l>
<l n="250">ποιῆσαι δύναται: τοὶ δὲ φθινύθουσιν ἔδοντες</l>
<l>οἶκον ἐμόν: τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l></q>
<l><milestone unit="para" ed="P" />τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη:</l>
<q direct="unspecified"><l>ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος</l>
<l>δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.</l>
<l n="255">εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι</l>
<l>σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,</l>
<l>τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησα</l>
<l>οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,</l>
<l n="260">ἐξ Ἐφύρης ἀνιόντα παρ᾽ Ἴλου Μερμερίδαο—</l>
<l>ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς</l>
<l>φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη</l>
<l>ἰοὺς χρίεσθαι χαλκήρεας: ἀλλ᾽ ὁ μὲν οὔ οἱ</l>
<l>δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,</l>
<l n="265">ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: φιλέεσκε γὰρ αἰνῶς—</l>
<l>τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:</l>
<l>πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l>
<l>ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l>
<l>ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,</l>
<l>οἷσιν ἐνὶ μεγάροισι: σὲ δὲ φράζεσθαι ἄνωγα,</l>
<l n="270">ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.</l>
<l>εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων:</l>
<l>αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l>
<l>μῦθον πέφραδε πᾶσι, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἔστων.</l>
<l>μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,</l>
<l n="275">μητέρα δ᾽,  εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,</l>
<l>ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο:</l>
<l>οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l>
<l>πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l>
<l>σοὶ δ᾽ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι:</l>
</q></div1></body></text></TEI.2>