<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="12" type="Book" org="uniform" sample="complete"><q direct="unspecified"><q direct="unspecified"><milestone n="73" unit="card" ed="p" />
<l><milestone unit="para" ed="P" />οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει</l>
<l>ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε</l>
<l n="75">κυανέη: τὸ μὲν οὔ ποτ᾽ ἐρωεῖ,  οὐδέ ποτ᾽ αἴθρη</l>
<l>κείνου ἔχει κορυφὴν οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρῃ.</l>
<l>οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ᾽ ἐπιβαίη,</l>
<l>οὐδ᾽ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν:</l>
<l>πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.</l>
<l n="80">μέσσῳ δ᾽ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,</l>
<l>πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς</l>
<l>νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ᾽ Ὀδυσσεῦ.</l>
<l>οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ</l>
<l>τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.</l>
<l n="85">ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.</l>
<l>τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς</l>
<l>γίγνεται, αὐτὴ δ᾽ αὖτε πέλωρ κακόν: οὐδέ κέ τίς μιν</l>
<l>γηθήσειεν ἰδών, οὐδ᾽ εἰ θεὸς ἀντιάσειεν.</l>
<l>τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,</l>
<l n="90">ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες,  ἐν δὲ ἑκάστῃ</l>
<l>σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες</l>
<l>πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.</l>
<l>μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,</l>
<l>ἔξω δ᾽ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,</l>
<l n="95">αὐτοῦ δ᾽ ἰχθυάᾳ,  σκόπελον περιμαιμώωσα,</l>
<l>δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι</l>
<l>κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.</l>
<l>τῇ δ᾽ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται</l>
<l>παρφυγέειν σὺν νηί: φέρει δέ τε κρατὶ ἑκάστῳ</l>
<l n="100">φῶτ᾽ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.</l>
<l><milestone unit="para" ed="P" />τὸν δ᾽ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.</l>
<l>πλησίον ἀλλήλων: καί κεν διοϊστεύσειας.</l>
<l>τῷ δ᾽ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς:</l>
<l>τῷ δ᾽ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.</l>
<l n="105">τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι,  τρὶς δ᾽ ἀναροιβδεῖ</l>
<l>δεινόν: μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν:</l>
<l>οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.</l>
<l>ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα</l>
<l>νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l>
<l n="110">ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.</l></q>
</q></div1></body></text></TEI.2>