<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="14" type="Book" org="uniform" sample="complete"><q direct="unspecified"><milestone n="235" unit="card" ed="p" />
<l n="235">ἀλλ᾽ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l>
<l>ἐφράσαθ᾽, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,</l>
<l>δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα</l>
<l>νήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον: οὐδέ τι μῆχος</l>
<l>ἦεν ἀνήνασθαι, χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις.</l>
<l n="240">ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,</l>
<l>τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν</l>
<l>οἴκαδε σὺν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.</l>
<l>αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς:</l>
<l>μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν</l>
<l n="245">κουριδίῃ τ᾽ ἀλόχῳ καὶ κτήμασιν: αὐτὰρ ἔπειτα</l>
<l>Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,</l>
<l>νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.</l>
<l>ἐννέα νῆας στεῖλα, θοῶς δ᾽ ἐσαγείρατο λαός.</l>
<l>ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l>
<l n="250">δαίνυντ᾽: αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον</l>
<l>θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.</l>
<l>ἑβδομάτῃ δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης</l>
<l>ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ</l>
<l>ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον: οὐδέ τις οὖν μοι</l>
<l n="255">νηῶν πημάνθη,  ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοι</l>
<l>ἥμεθα, τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.</l>
<l><milestone unit="para" ed="P" />πεμπταῖοι δ᾽ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,</l>
<l>στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l>
<l>ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l>
<l n="260">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l>
<l>ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι:</l>
<l>οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l>
<l>αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l>
<l>πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l>
<l n="265">αὐτούς τ᾽ ἔκτεινον: τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.</l>
<l>οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν</l>
<l>ἦλθον: πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l>
<l>χαλκοῦ τε στεροπῆς: ἐν δὲ Ζεὺς τερπικέραυνος</l>
<l>φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l>
<l n="270">μεῖναι ἐναντίβιον: περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l>
<l>ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l>
<l>τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l>
<l>αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα</l>
<l>ποίησ᾽—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l>
<l n="275">αὐτοῦ ἐν Αἰγύπτῳ: ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο—</l>
<l>αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα</l>
<l>καὶ σάκος ὤμοιϊν, δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός:</l>
<l>αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων</l>
<l>καὶ κύσα γούναθ᾽ ἑλών: ὁδ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν,</l>
<l n="280">ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.</l>
<l>ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,</l>
<l>ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—</l>
<l>ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ᾽ ὠπίζετο μῆνιν</l>
<l>ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.</l>
</q></div1></body></text></TEI.2>