<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="15" type="Book" org="uniform" sample="complete"><milestone n="340" unit="card" ed="p" />
<l n="340"><milestone unit="para" ed="P" />τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:</l>
<q direct="unspecified"><l>αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l>
<l>ὡς ἐμοί, ὅττι μ᾽ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.</l>
<l>πλαγκτοσύνης δ᾽ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν:</l>
<l>ἀλλ᾽ ἕνεκ᾽ οὐλομένης γαστρὸς κακὰ κήδε᾽ ἔχουσιν</l>
<l n="345">ἀνέρες,  ὅν τιν᾽ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.</l>
<l>νῦν δ᾽ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,</l>
<l>εἴπ᾽ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο</l>
<l>πατρός θ᾽, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,</l>
<l>ἤ που ἔτι ζώουσιν ὑπ᾽ αὐγὰς ἠελίοιο,</l>
<l n="350">ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.</l></q>
<l><milestone unit="para" ed="P" />τὸν δ᾽ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρὼν:</l>
<q direct="unspecified"><l>τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.</l>
<l>Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ᾽ εὔχεται αἰεὶ</l>
<l>θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν:</l>
<l n="355">ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο</l>
<l>κουριδίης τ᾽ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα</l>
<l>ἤκαχ᾽ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.</l>
<l>ἡ δ᾽ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,</l>
<l>λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε</l>
<l n="360">ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.</l>
<l>ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,</l>
<l>τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,</l>
<l>οὕνεκά μ᾽ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,</l>
<l>θυγατέρ᾽ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων:</l>
<l n="365">τῇ ὁμοῦ ἐτρεφόμην,  ὀλίγον δέ τί μ᾽ ἧσσον ἐτίμα.</l>
<l>αὐτὰρ ἐπεί ῥ᾽ ἥβην πολυήρατον ἱκόμεθ᾽ ἄμφω,</l>
<l>τὴν μὲν ἔπειτα Σάμηνδ᾽ ἔδοσαν καὶ μυρί᾽ ἕλοντο,</l>
<l>αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἐκείνη</l>
<l>καλὰ μάλ᾽ ἀμφιέσασα, ποσὶν δ᾽ ὑποδήματα δοῦσα</l>
<l n="370">ἀγρόνδε προΐαλλε: φίλει δέ με κηρόθι μᾶλλον.</l>
<l>νῦν δ᾽ ἤδη τούτων ἐπιδεύομαι: ἀλλά μοι αὐτῷ</l>
<l>ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω:</l>
<l>τῶν ἔφαγόν τ᾽ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.</l>
<l>ἐκ δ᾽ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι</l>
<l n="375">οὔτ᾽ ἔπος οὔτε τι ἔργον,  ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,</l>
<l>ἄνδρες ὑπερφίαλοι: μέγα δὲ δμῶες χατέουσιν</l>
<l>ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι</l>
<l>καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι</l>
<l>ἀγρόνδ᾽, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.</l></q>
</div1></body></text></TEI.2>