<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="17" type="Book" org="uniform" sample="complete"><milestone n="380" unit="card" ed="p" />
<l n="380"><milestone unit="para" ed="P" />τὸν δ᾽ ἀπαμειβόμενος προσέφης,  Εὔμαιε συβῶτα:</l>
<q direct="unspecified"><l>Ἀντίνο᾽, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις:</l>
<l>τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν</l>
<l>ἄλλον γ᾽, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,</l>
<l>μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,</l>
<l n="385">ἢ καὶ θέσπιν ἀοιδόν,  ὅ κεν τέρπῃσιν ἀείδων;</l>
<l>οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν:</l>
<l>πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.</l>
<l>ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων</l>
<l>δμωσὶν Ὀδυσσῆος, πέρι δ᾽ αὖτ᾽ ἐμοί: αὐτὰρ ἐγώ γε</l>
<l n="390">οὐκ ἀλέγω,  ἧός μοι ἐχέφρων Πηνελόπεια</l>
<l>ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.</l></q>
<l><milestone unit="para" ed="P" />τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:</l>
<q direct="unspecified"><l>σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν:</l>
<l>Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ</l>
<l n="395">μύθοισιν χαλεποῖσιν,  ἐποτρύνει δὲ καὶ ἄλλους.</l></q>
<l><milestone unit="para" ed="P" />ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα:</l>
<q direct="unspecified"><l>Ἀντίνο᾽, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,</l>
<l>ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι</l>
<l>μύθῳ ἀναγκαίῳ: μὴ τοῦτο θεὸς τελέσειε.</l>
<l n="400">δός οἱ ἑλών: οὔ τοι φθονέω: κέλομαι γὰρ ἐγώ γε:</l>
<l>μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλον</l>
<l>δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.</l>
<l>ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα:</l>
<l>αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.</l></q>
<l n="405">τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε:</l>
<q direct="unspecified"><l>Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.</l>
<l>εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,</l>
<l>καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.</l></q>
<l><milestone unit="para" ed="P" />ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης</l>
<l n="410">κείμενον,  ᾧ ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων:</l>
<l>οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ᾽ ἄρα πήρην</l>
<l>σίτου καὶ κρειῶν: τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς</l>
<l>αὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν:</l>
<l>στῆ δὲ παρ᾽ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε:</l>
<q direct="unspecified"><l n="415"><milestone unit="para" ed="P" />δός,  φίλος: οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν</l>
<l>ἔμμεναι, ἀλλ᾽ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.</l>
<l>τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι</l>
<l>σίτου: ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.</l>
<l>καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l>
<l n="420">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l>
<l>τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:</l>
<l>ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ</l>
<l>οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l>
</q></div1></body></text></TEI.2>