<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 n="23" type="Book" org="uniform" sample="complete"><milestone n="1" unit="card" ed="p" />
<l>γρηῢς δ᾽ εἰς ὑπερῷ᾽ ἀνεβήσετο καγχαλόωσα,</l>
<l>δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα:</l>
<l>γούνατα δ᾽ ἐρρώσαντο, πόδες δ᾽ ὑπερικταίνοντο.</l>
<l>στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν:</l>
<q direct="unspecified"><l n="5"><milestone unit="para" ed="P" />ἔγρεο,  Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι</l>
<l>ὀφθαλμοῖσι τεοῖσι τά τ᾽ ἔλδεαι ἤματα πάντα.</l>
<l>ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.</l>
<l>μνηστῆρας δ᾽ ἔκτεινεν ἀγήνορας, οἵ θ᾽ ἑὸν οἶκον</l>
<l>κήδεσκον καὶ κτήματ᾽ ἔδον βιόωντό τε παῖδα.</l></q>
<l n="10">τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:</l>
<q direct="unspecified"><l>μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται</l>
<l>ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ᾽ ἐόντα,</l>
<l>καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν:</l>
<l>οἵ σέ περ ἔβλαψαν: πρὶν δὲ φρένας αἰσίμη ἦσθα.</l>
<l n="15">τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν</l>
<l>ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ᾽ ἀνεγείρεις</l>
<l>ἡδέος, ὅς μ᾽ ἐπέδησε φίλα βλέφαρ᾽ ἀμφικαλύψας;</l>
<l>οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς</l>
<l>ᾤχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l>
<l n="20">ἀλλ᾽ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.</l>
<l>εἰ γάρ τίς μ᾽ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,</l>
<l>ταῦτ᾽ ἐλθοῦσ᾽ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,</l>
<l>τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι</l>
<l>αὖτις ἔσω μέγαρον: σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.</l></q>
<l n="25">τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:</l>
<q direct="unspecified"><l>οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ᾽ ἔτυμόν τοι</l>
<l>ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,</l>
<l>ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.</l>
<l>Τηλέμαχος δ᾽ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,</l>
<l n="30">ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,</l>
<l>ὄφρ᾽ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.</l></q>
<l><milestone unit="para" ed="P" />ὣς ἔφαθ᾽, ἡ δ᾽ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα</l>
<l>γρηῒ περιπλέχθη, βλεφάρων δ᾽ ἀπὸ δάκρυον ἧκεν:</l>
<l>καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:</l>
<q direct="unspecified"><l n="35"><milestone unit="para" ed="P" />εἰ δ᾽ ἄγε δή μοι,  μαῖα φίλη, νημερτὲς ἐνίσπες,</l>
<l>εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,</l>
<l>ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε</l>
<l>μοῦνος ἐών, οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.</l></q>
<l><milestone unit="para" ed="P" />τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:</l>
<q direct="unspecified"><l n="40">οὐκ ἴδον,  οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα</l>
<l>κτεινομένων: ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων</l>
<l>ἥμεθ᾽ ἀτυζόμεναι, σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι,</l>
<l>πρίν γ᾽ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε</l>
<l>Τηλέμαχος: τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.</l>
<l n="45">εὗρον ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν</l>
<l>ἑσταόθ᾽: οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,</l>
<l>κείατ᾽ ἐπ᾽ ἀλλήλοισιν: ἰδοῦσά κε θυμὸν ἰάνθης.</l>
</q></div1></body></text></TEI.2>