<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="book" n="11" org="uniform" sample="complete"><sp><p><milestone n="936b" unit="section" />μηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, ἢ κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.<milestone ed="P" unit="para" />οἰκτρὸς δ᾽ οὐχ ὁ πεινῶν ἤ τι τοιοῦτον πάσχων, ἀλλ᾽ ὁ σωφρονῶν ἤ τινα ἀρετὴν ἢ μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται: διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστ᾽ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος ἢ καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει. διὸ τῷ νομοθέτῃ θεῖναι
</p></sp></div1></body></text></TEI.2>