<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="book" n="7" org="uniform" sample="complete"><sp><p><milestone n="795c" unit="section" />μεταβιβάζων ἐπὶ θάτερα ἀναγκάζῃ διαπονεῖν, ταὐτὸν δὴ τοῦτ᾽, οἶμαι, καὶ ἐν ὅπλοις καὶ ἐν τοῖς ἄλλοις πᾶσι χρὴ προσδοκᾶν ὀρθόν, ὅτι τὸν διττὰ δεῖ κεκτημένον, οἷς ἀμύνοιτό τ᾽ ἂν καὶ ἐπιτιθεῖτο ἄλλοις, μηδὲν ἀργὸν τούτων μηδὲ ἀνεπιστῆμον ἐᾶν εἶναι κατὰ δύναμιν: Γηρυόνου δέ γε εἴ τις φύσιν ἔχων ἢ καὶ τὴν Βριάρεω φύοιτο, ταῖς ἑκατὸν χερσὶν ἑκατὸν δεῖ βέλη ῥίπτειν δυνατὸν εἶναι. τούτων δὴ πάντων
</p></sp></div1></body></text></TEI.2>