<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="book" n="7" org="uniform" sample="complete"><sp><p><milestone n="808d" unit="section" />τῶν ἐν ταῖς πόλεσιν: ἡμέρας δὲ ὄρθρου τε ἐπανιόντων παῖδας μὲν πρὸς διδασκάλους που τρέπεσθαι χρεών, ἄνευ ποιμένος δὲ οὔτε πρόβατα οὔτ᾽ ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τινῶν παιδαγωγῶν οὐδὲ δούλους ἄνευ δεσποτῶν. ὁ δὲ παῖς πάντων θηρίων ἐστὶ δυσμεταχειριστότατον: ὅσῳ γὰρ μάλιστα ἔχει πηγὴν τοῦ φρονεῖν μήπω κατηρτυμένην, ἐπίβουλον καὶ δριμὺ καὶ ὑβριστότατον θηρίων γίγνεται. διὸ δὴ
</p></sp></div1></body></text></TEI.2>