<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><group><text n="Crat."><body><sp><p><milestone unit="section" n="396d" />προσπέπτωκεν ἄρτι οὐκ οἶδ᾽ ὁπόθεν.</p></sp><sp><speaker>Ἑρμογένης</speaker><p>καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.</p></sp><sp><speaker>Σωκράτης</speaker><p>καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι: ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι
</p></sp></body></text></group></text></TEI.2>