<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><group><text n="Crat."><body><sp><p><milestone unit="section" n="440d" />ἄνθρωποι οὕτως οἴεσθαι καὶ τὰ πράγματα διακεῖσθαι, ὑπὸ ῥεύματός τε καὶ κατάρρου πάντα <del status="unremarkable">τὰ</del> χρήματα ἔχεσθαι. ἴσως μὲν οὖν δή, ὦ Κρατύλε, οὕτως ἔχει, ἴσως δὲ καὶ οὔ. σκοπεῖσθαι οὖν χρὴ ἀνδρείως τε καὶ εὖ, καὶ μὴ ῥᾳδίως ἀποδέχεσθαι—ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις—σκεψάμενον δέ, ἐὰν εὕρῃς, μεταδιδόναι καὶ ἐμοί.</p></sp><sp><speaker>Κρατύλος</speaker><p>ἀλλὰ ποιήσω ταῦτα. εὖ μέντοι ἴσθι, ὦ Σώκρατες, ὅτι οὐδὲ νυνὶ ἀσκέπτως ἔχω, ἀλλά μοι σκοπουμένῳ καὶ
</p></sp></body></text></group></text></TEI.2>