<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body n="OC"><div1 type="episode" org="uniform" sample="complete"><sp><p><milestone ed="p" n="960" unit="card" /></p></sp>
<sp>
<speaker>Οἰδίπους</speaker><p>
<lb rend="displayNum" n="960" />ὦ λῆμ᾽  ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
<lb />πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
<lb />ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
<lb />τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
<lb />ἤνεγκον ἄκων:  θεοῖς γὰρ ἦν οὕτω φίλον,
<lb rend="displayNum" n="965" />τάχ᾽ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
<lb />ἐπεὶ καθ᾽ αὑτόν γ᾽ οὐκ ἂν ἐξεύροις ἐμοὶ
<lb />ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθ᾽ ὅτου
<lb />τάδ᾽ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ᾽ ἡμάρτανον.
<lb />ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
<lb rend="displayNum" n="970" />χρησμοῖσιν ἱκνεῖθ᾽ ὥστε πρὸς παίδων θανεῖν,
<lb />πῶς ἂν δικαίως τοῦτ᾽ ὀνειδίζοις ἐμοί,
<lb />ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
<lb />οὐ μητρὸς εἶχον, ἀλλ᾽ ἀγέννητος τότ᾽ ἦ;
<lb />εἰ δ᾽ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ 'φάνην,
<lb />ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,
<lb rend="displayNum" n="975" />μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ᾽ ἔδρων,
<lb />πῶς ἂν τό γ᾽ ἆκον πρᾶγμ᾽ ἂν εἰκότως ψέγοις;
<lb />μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους
<lb />οὔσης ὁμαίμου σῆς μ᾽ ἀναγκάζων λέγειν,
<lb />οἵους ἐρῶ τάχ᾽:  οὐ γὰρ οὖν σιγήσομαι,
<lb rend="displayNum" n="980" />σοῦ γ᾽ εἰς τόδ᾽ ἐξελθόντος ἀνόσιον στόμα.
<lb />ἔτικτε γάρ μ᾽ ἔτικτεν, ὤμοι μοι κακῶν,
<lb />οὐκ εἰδότ᾽ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,
<lb />αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
<lb />ἀλλ᾽ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ᾽ ἐμὲ
<lb rend="displayNum" n="985" />κείνην τε ταῦτα δυσστομεῖν:  ἐγὼ δέ νιν
<lb />ἄκων ἔγημα φθέγγομαί τ᾽ ἄκων τάδε.
<lb />ἀλλ᾽ οὐ γὰρ οὔτ᾽ ἐν τοῖσδ᾽ ἁλώσομαι κακὸς
<lb />γάμοισιν οὔθ᾽ οὓς αἰὲν ἐμφορεῖς σύ μοι
<lb rend="displayNum" n="990" />φόνους πατρῴους ἐξονειδίζων πικρῶς.
<lb />ἓν γάρ μ᾽ ἄμειψαι μοῦνον ὧν σ᾽ ἀνιστορῶ.
<lb />εἴ τις σὲ τὸν δίκαιον αὐτίκ᾽ ἐνθάδε
<lb />κτείνοι παραστάς,   πότερα πυνθάνοι᾽ ἂν εἰ
<lb />πατήρ σ᾽ ὁ καίνων ἢ τίνοι᾽ ἂν εὐθέως;
<lb rend="displayNum" n="995" />δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον
<lb />τίνοι᾽ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.
<lb />τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,
<lb />θεῶν ἀγόντων:  οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς
<lb />ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
<lb rend="displayNum" n="1000" />σὺ δ᾽, εἶ γὰρ οὐ δίκαιος, ἀλλ᾽ ἅπαν καλὸν
<lb />λέγειν νομίζων ῥητὸν ἄρρητόν τ᾽ ἔπος,
<lb />τοιαῦτ᾽ ὀνειδίζεις με τῶνδ᾽ ἐναντίον.
<lb />καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
<lb />καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς:
<lb rend="displayNum" n="1005" />κᾆθ᾽ ὧδ᾽ ἐπαινῶν πολλὰ τοῦδ᾽ ἐκλανθάνει,
<lb />ὁθούνεκ᾽ εἴ τις γῆ θεοὺς ἐπίσταται
<lb />τιμαῖς σεβίζειν, ἥδε τοῦθ᾽ ὑπερφέρει:
<lb />ἀφ᾽ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ᾽ ἐμὲ
<lb />αὐτόν τ᾽ ἐχειροῦ τὰς κόρας τ᾽ οἴχει λαβών.
<lb rend="displayNum" n="1010" />ἀνθ᾽ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
<lb />καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
<lb />ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θ᾽, ἵν᾽ ἐκμάθῃς
<lb />οἵων ὑπ᾽ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
</p></sp></div1></body></text></TEI.2>