<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="10" org="uniform" sample="complete"><p><milestone unit="section" n="15" />
τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν, Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν <pb id="p.675" /> Ἀλθαιμένει τῷ Ἀργείῳ συνακολουθησάντων Δωριέων: τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι: οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος, ἄλλοι δ᾽ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα: ἀλλ᾽ οὔτε κατὰ τὰ Τρωικά φησιν ὁ ποιητὴς ἑκατοντάπολιν ὑπάρξαι τὴν Κρήτην, ἀλλὰ μᾶλλον κατ᾽ αὐτόν （ἐκ γὰρ τοῦ ἰδίου προσώπου λέγει: εἰ δ᾽ ἐκ τῶν τότε ὄντων τινὸς ἦν ὁ λόγος, καθάπερ ἐν τῇ Ὀδυσσείᾳ, ἡνίκα ἐνενηκοντάπολιν φράζει, καλῶς εἶχεν <del status="unremarkable">ἂν</del> οὕτω δέχεσθαι）, οὔτ᾽ εἰ συγχωρήσαιμεν τοῦτό γε, ὁ ἑξῆς λόγος σώζοιτ᾽ ἄν. οὔτε γὰρ κατὰ τὴν στρατείαν οὔτε μετὰ τὴν ἐπάνοδον τὴν ἐκεῖθεν τοῦ Ἰδομενέως<note anchored="yes" resp="Teubner" place="unspecified"><foreign lang="la">ante</foreign> <foreign lang="greek">εἰκός: ὡς</foreign></note> εἰκός ἐστιν ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ τὰς πόλεις ἠφανίσθαι ταύτας: ὁ γὰρ ποιητὴς φήσας<quote type="verse">
<l met="dactylic">πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους,</l>
<l>οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔτιν᾽ ἀπηύρα,</l>
</quote><note anchored="yes" resp="Perseus" place="unspecified"><bibl n="Hom. Od. 3.191" default="NO" valid="yes">ηομ. οδ. 3.191</bibl></note>καὶ τούτου τοῦ πάθους ἐμέμνητ᾽ ἄν: οὐ γὰρ δήπου Ὀδυσσεὺς μὲν ἔγνω τὸν ἀφανισμὸν τῶν πόλεων ὁ μηδενὶ συμμίξας τῶν Ἑλλήνων μήτε κατὰ τὴν πλάνην μήθ᾽ ὕστερον, ὁ δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς οὐκ ἔγνω τὰ συμβάντα οἴκοι αὐτῷ<note anchored="yes" resp="Teubner" place="unspecified"><foreign lang="la">post</foreign> <foreign lang="greek">αὐτῷ: κατὰ τὴν στρατείαν οὔτε τὴν ἐπάνοδον τὴν ἐκεῖθεν.</foreign></note>. ἀλλὰ μὴν οὐδὲ μετὰ τὴν ἐπάνοδον: εἰ γὰρ μετὰ πάντων ἐσώθη τῶν ἑταίρων, ἰσχυρὸς ἐπανῆλθεν, ὥστ᾽ οὐκ ἔμελλον ἰσχύσειν οἱ ἐχθροὶ τοσοῦτον ὅσον δέκα ἀφαιρεῖσθαι πόλεις αὐτόν. τῆς μὲν οὖν χώρας τῶν Κρητῶν τοιαύτη τις ἡ περιοδεία.
</p></div1></body></text></TEI.2>