<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="Book" n="9" org="uniform" sample="complete"><p><milestone unit="section" n="40" />
<milestone ed="P" unit="para" />ἑξῆς δ᾽ ὁ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων καταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους. καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν: ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Ἀργοναύτας Μινύας λεχθῆναι. φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα: τοῦ μὲν οὖν πλούτου μάρτυς καὶ Ὅμηρος: διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματήσαντάς φησιν <q direct="unspecified">οὐδ᾽ ὅσ᾽ ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδ᾽ ὅσα Θήβας Αἰγυπτίας.</q> τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενίοις καὶ Ἐργίνῳ τῷ τυραννοῦντι αὐτῶν, ὃν ὑφ᾽ Ἡρακλέους καταλυθῆναί φασιν. Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῷ τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν, ὃς εἴτ᾽ ἐν τῷ λαμβάνειν χάριτας εἴτ᾽ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς θεὰς ἐτίμησε ταύτας<note anchored="yes" resp="Teubner" place="unspecified"><foreign lang="la">post</foreign> <foreign lang="greek">ταύτας: ἀνάγκη γὰρ πρὸς εὐεργεσίαν εὐφυῆ γενόμενον ἐκεῖνον πρὸς τὴν τῶν θεῶν τούτων ὁρμῆσαι τιμήν, ὥστε ταύτην μὲν ἐκέκτητο ἤδη τὴν δύναμιν. ἀλλὰ πρὸς ταύτῃ καὶ χρημάτων ἔδει: οὔτε γὰρ μὴ ἔχων τις πολλὰ διδοίη ἂν πολλά, ῞ο τε <del status="unremarkable">μὴ</del> λαμβάνων πολλὰ οὐκ ἂν ἒχοι πολλά: εἰ δ᾽  ἀμφότερα συνέχει, τὴν ἀμοιβὴν ἔχει. τὸ γὰρ κενούμενον ἅμα καὶ πληρούμενον πρὸς τὴν χρείαν ἀεὶ πλῆρές ἐστιν, ὁ δὲ διδοὺς μὲν μὴ λαμβάνων δὲ οὐδ᾽ ἂν ἐπὶ θάτερα κατορθοίη: παύσεται ψὰρ διδοὺς ἐπιλείποντος τοῦ ταμείου, παύσονται δὲ καὶ οἱ διδόντες τῷ λαμβάνοντι μόνον, χαριζομένω δὲ μηδέν, ὥστ᾽ οὐδ᾽ οὗτος ἑτέρως ἂν  κατορθοίη. ὅμοια δὲ καὶ περὶ δυνάμεως λέγοιτ᾽ ἄν. χωρὶς δὲ τοῦ κοινοῦ λόγου διότι <q direct="unspecified">τὰ χρήματ᾽ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει,</q> καὶ ἐκ τῶν καθ᾽ ἕκαστα σκοπεῖν δεῖ. μάλιστα γὰρ τοὺς βασιλέας δύνασθαί φαμεν: διόπερ καὶ δυνάστας προσαγορεύομεν. δύνανται δ᾽ ἄγοντες ἐφ᾽ ἃ βούλονται τὰ πλήθη διὰ πειθοῦς ἢ βίας. πείθουσι μὲν οὖν δι᾽ εὐεργεσίας μάλιστα: ου᾽ γὰρ ἥ γε διὰ τῶν λόγων ἐστὶ βασιλική, ἀλλ᾽ αὕτη μὲν ῥητορική: βασιλικὴν δὲ πειθὼ λέγομεν, ὅταν εὐεργεσίαις φέρωσι καὶ ἄγωσιν ἐφ᾽ ἃ βούλονται: πείθουσι μὲν δὴ δι᾽ εὐεργεσιῶν, βιάζονται δὲ διὰ τῶν ὅπλων. ταῦτα δ᾽ ἄμφω χρημάτων ὤνιά ἐστι: καὶ γὰρ στρατιὰν ἔχει πλείστην ὁ <del status="unremarkable">πλείστην</del> τρέφειν δυνάμενος, καὶ εὐεργετεῖν δύναται πλεῖστον ὁ πλεῖστα κεκτημένος.</foreign></note>. λέγουσι δὲ τὸ χωρίον, ὅπερ ἡ λίμνη <pb id="p.586" /> κατέχει νῦν ἡ Κωπαΐς, ἀνεψῦχθαι πρότερον καὶ γεωργεῖσθαι παντοδαπῶς ὑπὸ τοῖς Ὀρχομενίοις ὂν πλησίον οἰκοῦσι: καὶ τοῦτ᾽ οὖν τεκμήριον τοῦ πλούτου τιθέασι.
</p></div1></body></text></TEI.2>