<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><p><milestone n="2" unit="section" />ἐπεὶ δὲ τὸ
πέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προσείλετο
μὲν εὐθὺς συνάρχοντα τὸν Ἀντώνιον, ἐβούλετο
δὲ τὴν ἀρχὴν ἀπειπάμενος Δολοβέλλᾳ παρεγγυῆσαι:
καὶ τοῦτο πρὸς τὴν σύγκλητον ἐξήνεγκεν. Ἀντωνίου δὲ τραχέως ἀντιπεσόντος καὶ
πολλὰ μὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ
ἐλάττονα δὲ ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶς τὴν
ἀκοσμίαν ὁ Καῖσαρ ἀπηλλάγη. 
</p></body></text></TEI.2>