<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><p><milestone n="3" unit="section" />
τῶν δὲ ἀνθρώπων οἱ μὲν εὐθὺς ἀπὸ τοῦ ποταμοῦ
παρωμάρτουν ἑκατέρωθεν, οἱ δὲ ἀπὸ τῆς πόλεως
κατέβαινον ἐπὶ τὴν θέαν. ἐκχεομένου δὲ τοῦ
κατὰ τὴν ἀγορὰν ὄχλου τέλος αὐτὸς ὁ Ἀντώνιος
ἐπὶ βήματος καθεζόμενος ἀπελείφθη μόνος. καί
τις λόγος ἐχώρει διὰ πάντων ὡς ἡ Ἀφροδίτη
κωμάζοι παρὰ τὸν Διόνυσον ἐπ᾽ ἀγαθῷ τῆς
Ἀσίας.
</p>
         <p>ἔπεμψε μὲν οὖν καλῶν αὐτὴν ἐπὶ τὸ δεῖπνον:
ἡ δὲ μᾶλλον ἐκεῖνον ἠξίου πρὸς ἑαυτὴν ἥκειν.
</p></body></text></TEI.2>