<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><milestone n="5" unit="section" />
         <p>ὁ δὲ Ἀντώνιος ἐνέκειτο τῇ διώξει, καὶ
μεγάλας εἶχεν ἐλπίδας ὡς τοῦ πολέμου τὸ
σύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ διαπεπραγμένος.
ἐπεὶ δὲ τῆς διώξεως γενομένης τοῖς μὲν
πεζοῖς ἐπὶ πεντήκοντα στάδια, τοῖς δὲ ἱππεῦσιν
ἐπὶ τρὶς τοσαῦτα, τοὺς πεπτωκότας τῶν πολεμίων
καὶ τοὺς ἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμαλώτους
μὲν τριάκοντα, νεκροὺς δὲ ὀγδοήκοντα
μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι παρέστη,
δεινὸν εἶναι λογιζομένοις εἰ νικῶντες μὲν οὕτως
ὀλίγους κτείνουσιν, ἡττώμενοι δὲ στερήσονται
τοσούτων ὅσους ἀπέβαλον περὶ ταῖς ἁμάξαις.
</p></body></text></TEI.2>