<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><milestone n="1" unit="section" />
         <p>ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶν
Ἀντώνιος εὗρε δισμυρίους πεζοὺς καὶ τετρακισχιλίους
ἱππεῖς ἀπολωλότας, οὐ πάντας ὑπὸ τῶν
πολεμίων, ἀλλ᾽ ὑπὲρ ἡμίσεις νοσήσαντας.
ὥδευσαν μὲν οὖν ἀπὸ Φραάτων ἡμέρας ἑπτὰ καὶ
εἴκοσι, μάχαις δὲ ὀκτὼ καὶ δέκα Πάρθους
ἐνίκησαν, αἱ δὲ νῖκαι κράτος οὐκ εἶχον οὐδὲ
βεβαιότητα μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰς
διώξεις. 
</p></body></text></TEI.2>