<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><p><milestone n="4" unit="section" />ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος
λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς
τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς
γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων
τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸ
πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν
οὐκ ὀλίγαι: καὶ σωμάτων πολλῶν καὶ
χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε,
καὶ μέγα Καίσαρι παρέσχε θάρσος ἐν καιρῷ μετὰ
τηλικαύτης ἀφικόμενος δυνάμεως.
</p>
         </body></text></TEI.2>