<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><p><milestone n="3" unit="section" />
τὸ δὲ ἀπόρφυρον καὶ τέλειον ἱμάτιον Ἀντύλλῳ
τῷ ἐκ Φουλβίας περιτιθείς, ἐφ᾽ οἷς ἡμέρας πολλὰς
συμπόσια καὶ κῶμοι καὶ θαλίαι τὴν Ἀλεξάνδρειαν
κατεῖχον. αὐτοὶ δὲ τὴν μὲν τῶν ἀμιμητοβίων
ἐκείνην σύνοδον κατέλυσαν, ἑτέραν δὲ
συνέταξαν οὐδέν τι λειπομένην ἐκείνης ἁβρότητι
καὶ τρυφαῖς καὶ πολυτελείαις, ἣν συναποθανουμένων
ἐκάλουν. ἀπεγράφοντο γὰρ οἱ φίλοι συναποθανουμένους
ἑαυτούς, καὶ διῆγον εὐπαθοῦντες
ἐν δείπνων περιόδοις. 
</p></body></text></TEI.2>