<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><milestone n="1" unit="section" />
         <p>ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε:
τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄει διὰ
Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης. ἁλόντος δὲ
Πηλουσίου λόγος ἦν ἐνδοῦναι Σέλευκον οὐκ
ἀκούσης τῆς Κλεοπάτρας. ἡ δὲ ἐκείνου μὲν
γυναῖκα καὶ παῖδας Ἀντωνίῳ κτεῖναι παρεῖχεν,
αὐτὴ δὲ θήκας ἔχουσα καὶ μνήματα κατεσκευασμένα
περιττῶς εἴς τε κάλλος καὶ ὕψος, ἃ
προσῳκοδόμησε τῷ ναῷ τῆς Ἴσιδος, 
</p></body></text></TEI.2>