<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text n="Ant."><body><milestone n="1" unit="section" />
         <p>ἧκε δὲ καὶ αὐτὸς ἡμέρας ὀλίγας
διαλιπὼν ἐντευξόμενος αὐτῇ καὶ παρηγορήσων.
ἡ δὲ ἔτυχε μὲν ἐν στιβάδι κατακειμένη ταπεινῶς,<pb n="322" />
εἰσιόντι δ᾽ αὐτῷ μονοχίτων ἀναπηδήσασα προσπίπτει,
δεινῶς μὲν ἐξηγριωμένη κεφαλὴν καὶ
πρόσωπον, ὑπότρομος δὲ τῇ φωνῇ καὶ συντετηκυῖα
ταῖς ὄψεσιν. ἦν δὲ πολλὰ καὶ τῆς περὶ
τὸ στέρνον αἰκίας καταφανῆ: καὶ ὅλως οὐθὲν
ἐδόκει τὸ σῶμα τῆς ψυχῆς ἔχειν βέλτιον. 
</p></body></text></TEI.2>