<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="section" n="6" org="uniform" sample="complete"><p><q direct="unspecified"><milestone unit="stephpage" id="stephpage-923d" n="923d" /> καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει
τὴν κύκλῳ περιδίνησιν ἄγει γὰρ ἕκαστον ἡ κατὰ
<milestone unit="tlnum" n="20" /> φύσιν κίνησις, ἂν ὑπ᾽ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς
τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν
ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν
<pb id="v.5.p.412" />
ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι: τὴν
δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν. μόνῳ τῷ βαρύνοντι κινεῖν : βαρυτέρα δ᾽ ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλ᾽ ἔτι μᾶλλον, ἅτε δὴ
<milestone unit="tlnum" n="5" />
                  </q></p></div1></body></text></TEI.2>