<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="section" n="30" org="uniform" sample="complete"><p><q direct="unspecified"><milestone unit="stephpage" id="stephpage-945c" n="945c" /> τῷ παθητικῷ χρησαμένων. χρόνῳ δὲ κἀκείνας κατεδέξατο
εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς: ἡ δὲ γῆ
<milestone unit="tlnum" n="5" /> τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον
, ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι
καὶ συντίθησι καὶ διαιρεῖ κατ᾽ ἄλλην καὶ ἄλλην
<milestone unit="tlnum" n="10" /> δύναμιν , ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις
δ᾽ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν
Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν: ἐσχάτη δὲ συνεφάπτεται
<milestone unit="tlnum" n="15" /> περὶ γῆν ἡ Λάχεσις, ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν
ὑπ᾽ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ
</q></p></div1></body></text></TEI.2>