<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><p><milestone unit="section" n="1" />οὐκοῦν Προμηθέα με εἶναι φής; εἰ μὲν κατὰ
τοῦτο, ὦ ἄριστε, ὡς πηλίνων κἀμοὶ τῶν ἔργων ὄντων,
γνωρίζω τὴν εἰκόνα καί φημι ὅμοιος εἶναι αὐτῷ, οὐδ᾽
ἀναίνομαι πηλοπλάθος ἀκούειν, εἰ καὶ φαυλότερος ἐμοὶ
<milestone unit="section2" n="24" /> ὁ πηλὸς οἷος ἐκ τριόδου, βόρβορός τις παρὰ μικρόν: εἰ
δὲ ὑπερεπαινῶν τοὺς λόγους ὡς δῆθεν εὐμηχάνους ὄντας
τὸν σοφώτατον τῶν Τιτάνων ἐπιφημίζεις αὐτοῖς,
ὅρα μή τις εἰρωνείαν φῇ καὶ μυκτῆρα οἷον τὸν Ἀττικὸν
προσεῖναι τῷ ἐπαίνῳ. ἢ πόθεν γὰρ εὐμήχανον τοὐμόν;
τίς δ᾽ ἡ περιττὴ σοφία καὶ προμήθεια ἐν τοῖς γράμμασιν;
ὡς ἔμοιγε ἱκανόν, εἰ μὴ πάνυ σοι γήϊνα ἔδοξε μηδὲ
κομιδῇ ἄξια τοῦ Καυκάσου. καίτοι πόσῳ δικαιότερον
ὑμεῖς ἂν εἰκάζοισθε τῷ Προμηθεῖ, ὁπόσοι ἐν δίκαις εὐδοκιμεῖτε
ξὺν ἀληθείᾳ ποιούμενοι τοὺς ἀγῶνας; ζῶντα
<milestone unit="section2" n="25" /> γοῦν ὡς ἀληθῶς καὶ ἔμψυχα ὑμῖν τὰ ἔργα, καὶ νὴ Δία
καὶ τὸ θερμὸν αὐτῶν ἐστι διάπυρον: καὶ τοῦτο ἐκ τοῦ
Προμηθέως ἂν εἴη, πλὴν εἰ μὴ διαλλάττοιτε, ὅτι μὴ ἐκ
πηλοῦ πλάττετε, ἀλλὰ χρυσᾶ ὑμῖν τοῖς πολλοῖς τὰ πλάσματα.
</p></body></text></TEI.2>