<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="book" n="7" org="uniform" sample="complete"><div2 type="chapter" n="21" org="uniform" sample="complete"><p><milestone unit="section" n="3" /> τηνικαῦτα γὰρ αἱ χιόνες αἱ ἐπὶ τοῖς ὄρεσι τοῖς Ἀρμενίοις
κατατηκόμεναι αὔξουσιν αὐτῷ τὸ ὕδωρ ἐπὶ μέγα.
ὅτι δὲ ἐπιπολῆς ἐστιν αὐτῷ καὶ ὑψηλὸς ὁ ῥοῦς, ὑπερβάλλει
ἐς τὴν χώραν, εἰ μή τις ἀναστομώσας αὐτὸν
κατὰ τὸν Πολλακόπαν ἐς τὰ ἕλη τε ἐκτρέψειε καὶ τὰς λίμνας, αἳ δὴ ἀρχόμεναι ἀπὸ ταύτης τῆς διώρυχος
<add>διήκουσιν</add>> ἔστε ἐπὶ τὴν ξυνεχῆ τῇ Ἀράβων γῇ, καὶ
ἔνθεν μὲν ἐς τέναγος ἐπὶ πολύ, ἐκ δὲ τοῦ ἐς θάλασσαν
κατὰ πολλά τε καὶ ἀφανῆ στόματα ἐκδίδωσι.


</p></div2></div1></body></text></TEI.2>