<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="speech" n="10" org="uniform" sample="complete"><p><milestone unit="section" n="14" />πρὸς δὲ 
τούτοις, ἐάν τις ἱμάτιον ἀποδῶται κίβδηλον ἢ σκεῦος ἢ κτῆνος
νοσοῦν τε καὶ ἄχρηστον, ἀνάγκη αὐτὸ ἀπολαμβάνειν, ὥστε οὐδὲν
ἔσται σοι πλέον. εἰ δὲ καὶ δυνήσῃ ἐξαπατῆσαί τινα κἀκεῖνος οὐκ
αἰσθήσεται τοῦ ἀνθρώπου τῆς πονηρίας, τὸ ἀργύριον οὐ δέδοικας;
ἴσως μὲν γὰρ ἄλλον ὠνήσῃ φαυλότερον, ἐὰν δριμυτέρου τύχῃς ἢ
κατὰ σὲ τοῦ ἀποδιδομένου: τυχὸν δὲ εἰς ἄλλο τι χρήσῃ λαβὼν
ἀφ᾽ οὗ βλαβήσῃ. οὐ γὰρ δὴ ἀεί ποτε τὸ ἀργύριον ὠφελεῖ τοὺς
κτησαμένους, ἀλλὰ πολλῷ πλείονας βλάβας καὶ πλείω κακὰ πεπόνθασιν
ἄνθρωποι ὑπὸ ἀργυρίου ἢ ὑπὸ πενίας, ἄλλως τε καὶ ἀνόητοι
ὄντες. </p></div1></body></text></TEI.2>