<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="speech" n="3" org="uniform" sample="complete"><p><milestone unit="section" n="67" />τῷ στρατηγῷ
δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ
εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν,<milestone unit="mpage" id="mp.48" />
ἀλλὰ καὶ τὰς τῶν ἵππων: ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια,
πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς νοσῶν: σωτηρίαν γε μὴν
τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ. <del status="unremarkable">καὶ γὰρ δὴ
νικᾶν μὲν ἀδύνατον ἄνευ σωτηρίας τῶν στρατιωτῶν: ὑπὲρ δὲ τῆς
νίκης πολλοὶ τῶν ἀγαθῶν καὶ ἀποθνήσκειν αἱροῦνται.</del></p></div1></body></text></TEI.2>