<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="speech" n="31" org="uniform" sample="complete"><p><del status="unremarkable"><milestone unit="section" n="43" />Ῥωμαῖοι γάρ εἰσιν οἱ πλείους αὐτῶν, καὶ τίς ἂν τούτων 
ἅψαιτο; οἱ δέ γε παρεστῶτες αὐτοῖς Μακεδόνες, οἱδὶ δὲ Λακεδαιμόνιοι:
καὶ νὴ Δία τούτων ἁπτόμεθα. καίτοι τοὺς μὲν πρότερον
<pb id="p.232" />
κειμένους πάντας ἢ τούς γε πλείστους δι᾽ εὐεργεσίαν φήσετε
τεθῆναι, τῶν δὲ νῦν τιμωμένων πολλοὺς δι᾽ ἰσχὺν θεραπεύεσθαι.
τὸ μὲν δὴ ποτέρους αὐτῶν δικαιότερόν ἐστι ποιεῖσθαι περὶ πλείονος
ἐάσω: τὸ δέ, εἰ μὴ πᾶσι τὰ δοθέντα δικαίως ὑπάρξει, ποτέρους
μᾶλλον εἰκὸς ἐπ᾽ ἀδήλῳ λαμβάνειν οὐδ᾽ αὐτοὺς τούτουσλανθάνει. πάντες γὰρ οἴδασιν ὅσῳ βεβαιότερόν ἐστιν εὐεργεσία
δυνάμεως. ἰσχὺν μὲν γὰρ οὐκ ἔστιν ἥντινα οὐκ ἀναιρεῖ χρόνος,
<milestone unit="mpage" id="mp.324" />
</del></p></div1></body></text></TEI.2>