<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="speech" n="31" org="uniform" sample="complete"><p><milestone unit="section" n="87" />οὐ τοίνυν οὐδὲ ἐκεῖνό
ἐστιν ἀφετέον, ἐπείπερ τοὺς λόγους ὡς ἐπ᾽ ἀσεβήματι ἐποιησάμην.
ἐπίστασθε γὰρ σαφῶς ὅτι ἅπασα μὲν ἡ πόλις ἐστὶν ἱερά, τῶν δὲ
ἀνδριάντων πολλοὺς ἂν εὕροιτε τῶν ἐν αὐτοῖς τοῖς ἱεροῖς ἑστηκότωντοῦτο πεπονθότας. καὶ γὰρ ἀρχαιοτάτους συμβέβηκε τούτους
<pb id="p.245" />
εἶναι καὶ τῶν στρατηγῶν ὃν ἂν ἕκαστος ἐθέλῃ θεραπεύειν, ὡς
ὑμῶν τιμώντων, φιλοτιμεῖται τοῦτον ὡς κάλλιστα ἑστάναι. καὶ
τί δεῖ λόγων; οἶμαι γὰρ μηθένα ἂν ἀντειπεῖν ὅτι καὶ τῶν οὕτως
κειμένων, εἰ καὶ μὴ καθάπερ ἐγὼ νῦν ἔλεγον, οἱ πλείους εἰσὶ
μετωνομασμένοι, τινὲς δ᾽ οἶμαι καὶ σφόδρα ἐγγὺς παρεστῶτες τοῖς
θεοῖς. </p></div1></body></text></TEI.2>