<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="speech" n="32" org="uniform" sample="complete"><p><milestone unit="section" n="66" />ἔλεγε
<milestone unit="mpage" id="mp.382" />
δὲ καὶ περὶ τῶν κιθαρῳδῶν τῶν παρ᾽ ὑμῖν ἕτερον τοιοῦτόν τινα
λόγον. τὰ γὰρ ζῷα ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὸν Ὀρφέα τὰ μὲνἄλλα ἥδεσθαι μόνον καὶ ἐκπεπλῆχθαι, μιμεῖσθαι δὲ μηδὲν ἐπιχειρεῖν:
τῶν κυνῶν δὲ ἐνίους, οἷα δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι
τῇ μουσικῇ, καὶ μελετᾶν τότ᾽ εὐθὺς ἀπιόντας καθ᾽ αὑτοὺς
καὶ τὰ εἴδη μεταβαλόντας εἰς ἀνθρώπους διαφυλάττειν τὴν ἐπιμέλειαν.
εἶναι δὲ τοῦτο αὐτὸ τὸ γένος τῶν κιθαρῳδῶν: διὸ μὴδύνασθαι παντάπασιν ἐκβῆναι τὴν αὑτῶν φύσιν, ἀλλὰ μικρὸν μέν
τι διασῴζειν τῆς Ὀρφέως διδασκαλίας, τὸ πολὺ δ᾽ αὐτοῖς ἐμμένειν
κύνειον τοῦ μέλους. ταῦτα μὲν ἐκεῖνος ἔπαιζεν ὁ Φρύξ. </p></div1></body></text></TEI.2>