<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="book" n="2" org="uniform" sample="complete"><div2 type="chapter" n="10" org="uniform" sample="complete"><p><milestone unit="section" n="3" />κοινῇ δ᾽ ἀμφοτέροις οὔτε ὅσιον οὔτε θέμις
ἦν κατηγορεῖν ἀλλήλων ἐπὶ δίκαις ἢ καταμαρτυρεῖν ἢ
ψῆφον ἐναντίαν ἐπιφέρειν ἢ μετὰ τῶν ἐχθρῶν ἐξετάζεσθαι. <milestone unit="reiskpage" n="258" />
εἰ δέ τις ἐξελεγχθείη τούτων τι διαπραττόμενος
ἔνοχος ἦν τῷ νόμῳ τῆς προδοσίας, ὃν ἐκύρωσεν
ὁ Ῥωμύλος, τὸν δὲ ἁλόντα τῷ βουλομένῳ κτείνειν
ὅσιον ἦν ὡς θῦμα τοῦ καταχθονίου Διός. ἐν ἔθει
γὰρ Ῥωμαίοις, ὅσους ἐβούλοντο νηποινὶ τεθνάναι, τὰ
τούτων σώματα θεῶν ὁτῳδήτινι, μάλιστα δὲ τοῖς
καταχθονίοις κατονομάζειν: ὃ καὶ τότε ὁ Ῥωμύλος
ἐποίησε. </p></div2></div1></body></text></TEI.2>