<?xml version="1.0" encoding="utf-8"?>
<TEI.2><text><body><div1 type="book" n="1" org="uniform" sample="complete"><div2 type="chapter" n="34" org="uniform" sample="complete"><p>
ὑπολαβὼν οὖν ὁ Δάμις <q direct="unspecified">ταῦτα μὲν καὶ αὖθις ἐπισκεψόμεθα,</q> 
ἔφη <q direct="unspecified">ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρίνασθαι
αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν
<pb id="p.36" />
λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν
γὰρ ἴσως οὐδέν, τὸ δ᾽ ὅπως ἂν μὴ ἄλλῳ, φασί,
τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ,
τοῦτο ὅρα καὶ φυλάττου αὐτό, ὁρῶν οἷ τῆς γῆς εἰ 
καὶ ὅτι ἐπ᾽ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι διαβολάς,
ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν
μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπανιοῦσι
δὲ ἐκεῖθεν οὔτ᾽ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο
δὲ οὐκ ἂν ἕτερα.</q> καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ,
</p></div2></div1></body></text></TEI.2>